TLG 4147 001 :: FLORILEGIUM CYRILLIANUM :: Florilegium Cyrillianum

FLORILEGIUM CYRILLIANUM Anthol.
(p. A.D. 6)

Florilegium Cyrillianum

Source: Hespel, R. (ed.), Le florilège cyrillien réfuté par Sévère d’Antioche [Bibliothèque du Muséon 37] Louvain: Université de Louvain, 1955: 103–208.

frr. 1–230

Citation: Page — (line)

103

(1t)

Ὅρος ἐκτεθεὶς παρὰ τῆς οἰκουμενικῆς
2tσυνόδου τῆς ἐν Χαλκηδόνι κατὰ τῶν ἀσεβε‐
3tστάτων Εὐτυχιανιστῶν καὶ κατὰ ἄλλων
4tπλείστων αἱρέσεων καὶ κατὰ Νεστορίου τοῦ
5tφρενοβλαβοῦς.
6 Ἡ ἁγία καὶ οἰκουμενικὴ καὶ μεγάλη σύνοδος, ἡ κατὰ Θεοῦ χάριν καὶ θέσπισμα τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων Οὐαλεντινιανοῦ καὶ Μαρκιανοῦ συναχθεῖσα ἐν τῇ Χαλκηδονέων μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας, ἐν τῷ μαρτυ‐
10ρίῳ τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας, ὥρισαν τὰ ὑποτεταγμένα. Ὁ κύριος ἡμῶν καὶ σωτὴρ ὁ Χριστὸς τῆς πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὥστε μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς
15εὐσεβείας, ἀλλ’ ἐπίσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα. Ἐπειδὴ δὲ οὐ παύεται διὰ τῶν ἑαυτοῦ ζιζανίων ὁ πονηρὸς τοῖς τῆς εὐσεβείας ἐπιφυόμενος σπέρμασι καί τι καινὸν κατὰ τῆς ἀληθείας ἐφευρίσκων ἀεί, διὰ τοῦτο συνήθως ὁ δεσπότης προνοούμενος τοῦ ἀνθρωπείου γένους τὸν εὐσεβῆ τοῦτον καὶ
20πιστὸν πρὸς ζῆλον ἀνέστησε βασιλέα καὶ τοὺς πανταχῇ τῆς ἱερωσύνης πρὸς ἑαυτὸν ἀρχηγοὺς συνεκάλεσεν, ὥστε τῆς χάρι‐ τος τοῦ πάντων ἡμῶν δεσπότου Χριστοῦ ἐνεργούσης πᾶσαν μὲν τοῦ ψεύδους τῆς τοῦ Χριστοῦ ποίμνης ἀπώσασθαι λύμην,
τοῖς δὲ τῆς ἀληθείας αὐτὴν καταπιαίνειν βλαστήμασιν. Ὃ δὴ103

104

καὶ πεποιήκαμεν κοινῇ ψήφῳ τὰ τῆς πλάνης ἀπελάσαντες δόγ‐ ματα, τὴν δὲ ἀπλανῆ τῶν πατέρων ἀνανεωσάμενοι πίστιν, τό τε τῶν τριακοσίων δεκαοκτὼ σύμβολον τοῖς πᾶσι κηρύξαντες καὶ ὡς οἰκείους τοὺς τοῦτο τὸ σύνθημα τῆς εὐσεβείας δεξαμένους
5πατέρας ἐπιγραφόμενοι, οἷοίπερ εἰσὶν οἱ μετὰ ταῦτα ἐν τῇ μεγάλῃ Κωνσταντινουπόλει συνελθόντες ἑκατὸν πεντήκοντα καὶ αὐτοὶ τὴν αὐτὴν ἐπισφραγισάμενοι πίστιν. Ὁρίζομεν τοίνυν τὴν τάξιν καὶ τοὺς περὶ τῆς πίστεως ἅπαντας τύπους φυλάτ‐ τοντες τῆς κατ’ Ἔφεσον πάλιν γεγενημένης ἁγίας συνόδου,
10ἧς ἡγεμόνες οἱ ἁγιώτατοι τὴν μνήμην Κελεστῖνος ὁ τῆς Ῥωμαίων καὶ Κύριλλος ὁ τῆς Ἀλεξανδρέων ἐτύγχανον, προ‐ λάμπειν μὲν τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τὴν ἔκθεσιν τῶν τριακοσίων δεκαοκτὼ ἁγίων καὶ μακαρίων πατέρων τῶν ἐν Νικαίᾳ ὑπὸ τοῦ τῆς εὐσεβοῦς μνήμης Κωνσταντίνου βασι‐
15λέως συναχθέντων, κρατεῖν δὲ καὶ τὰ παρὰ τῶν ἑκατὸν πεντή‐ κοντα ἁγίων πατέρων ὁρισθέντα πρὸς ἀναίρεσιν τῶν τότε φυεισῶν αἱρέσεων, βεβαίωσιν δὲ τῆς αὐτῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως. Ἔκθεσις τῶν τιηʹ ἁγίων πατέρων· Πιστεύο‐
20μεν εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονο‐ γενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ
25ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας
30καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας ὅτι
ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ104

105

ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Ὑιόν, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Ἔκθεσις τῶν ρνʹ ἁγίων πατέρων· Πιστεύο‐
5μεν εἰς ἕνα Θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεν‐ νηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, Θεὸν ἀληθι‐ νὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ
10Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλά‐ του καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ
15κατὰ τὰς γραφάς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμ‐
20προσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν, εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδο‐ κῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
25 Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε. καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον· περί τε γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐκδιδάσκει τὸ τέλειον καὶ τοῦ Κυρίου τὴν ἐναν‐ θρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν. Ἀλλ’ ἐπειδήπερ
30οἱ τῆς ἀληθείας ἀθετεῖν ἐπιχειροῦντες τὸ κήρυγμα διὰ τῶν
οἰκείων αἱρέσεων τὰς κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δι’105

106

ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμή‐ σαντες καὶ τὴν θεοτόκον ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀναπλάττοντες καὶ παθητὴν τοῦ
5Μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι, διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ τῆς ἀληθείας μηχα‐ νὴν βουλομένη, ἡ παροῦσα νῦν αὕτη ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγματος ἄνωθεν ἀσάλευτον ἐκδιδάσκουσα, ὥρισε προηγουμένως τὴν τῶν τριακοσίων δεκαοκ‐
10τὼ ἁγίων πατέρων πίστιν μένειν ἀπαρεγχείρητον. Καὶ διὰ μὲν τοὺς τῷ ἁγίῳ Πνεύματι μαχομένους τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως ἑκατὸν πεντήκοντα συνελθόντων πατέρων περὶ τῆς τοῦ Πνεύματος οὐσίας παραδο‐ θεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ
15ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ ἁγίου Πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσπο‐ τείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες, διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας διαφθείρειν ἐπιχειροῦντας μυστή‐ ριον καὶ ψιλὸν ἄνθρωπον εἶναι τὸν ἐκ τῆς ἁγίας παρθένου
20τεχθέντα Μαρίας ἀναιδῶς ληρωδοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενομένου ποιμέ‐ νος συνοδικὰς ἐπιστολὰς πρός τε Νεστόριον καὶ πρὸς τοὺς τῆς Ἀνατολῆς ἁρμοδίας οὔσας ἐδέξαντο, εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν εὐσεβεῖ ζήλῳ τοῦ
25σωτηρίου συμβόλου ποθούντων τὴν ἔννοιαν, αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέ‐ δρου τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου Λέοντος τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἐπίσκοπον Φλαυιανὸν ἐπὶ
ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ τοῦ μεγάλου106

107

Πέτρου ὁμολογίᾳ συμβαίνουσαν καὶ κοινήν τινα στήλην ὑπάρ‐ χουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται,
5καὶ τοὺς παθητὴν τοῦ Μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου, καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται, καὶ τοὺς οὐράνιον ἢ ἑτέρας τινὸς ὑπάρχειν οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξελαύνειν,
10καὶ τοὺς δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας ἀναθεματίζει. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν ὑιὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον
15τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθινὸν καὶ ἄνθρωπον ἀλη‐ θῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρ‐ τίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν
20θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρ‐ θένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν, μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς
25τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχουσῶν, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ Θεὸν Λόγον, κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν
30οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς
ἐξεπαίδευσε καὶ τὸ τῶν πατέρων ἡμῖν παρέδωκε σύμβολον.107

108

Τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἐμμελείας τε καὶ ἀκριβείας παρ’ ἡμῶν διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκου‐ μενικὴ σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως· τοὺς
5δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἤγουν προσκομί‐ ζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκό‐
10πους τῆς ἐπισκοπῆς, τοὺς δὲ κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι αὐτούς.
12tΤῆς συνόδου καὶ τοῦ Κυρίλλου Ἀλεξαν‐
13tδρείας ἀντιπαραθέσεις κατὰ κεφάλαιον.
14Τῆς συνόδου· Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατρά‐
15σιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν. Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστο‐ λῆς· Ἐδιδάχθημεν παρά τε τῆς θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων ἕνα Υἱὸν καὶ Χριστὸν ὁμολογεῖν.
20 Τῆς συνόδου· Τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστο‐ λῆς· Τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι. Τῆς συνόδου· Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς,
25τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν
ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ108

109

αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα.
5 Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστο‐ λῆς· Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ
10τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. Τῆς συνόδου· Ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν κύριον, μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαι‐ ρέτως, ἀχωρίστως γνωριζόμενον.
15 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστο‐ λῆς· Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως, ἀτρέπτως. Ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ. Ὁμοίως δὲ καὶ ὁ
20Λόγος Θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγ· Δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. Τῆς συνόδου· Οὐδαμοῦ τῆς τῶν φύσεων διαφο‐
25ρᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν. Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστο‐ λῆς· Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν. Τῆς συνόδου· Σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος
30ἑκατέρας φύσεως.109

110

Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον δευτέρας ἐπιστολῆς· Εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τοῦτο κατὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε γὰρ ἡ τοῦ Λόγου φύσις
5μετακεχώρηκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, ἀλλ’ οὐδὲ ἡ τῆς σαρ‐ κὸς εἰς τὴν αὐτοῦ τοῦ Λόγου, ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντός τε ὁμοῦ καὶ νοουμένου κατά γε τὸν ἀρτίως ἡμῖν ἀποδοθέντα λόγον. Τῆς συνόδου· Καὶ εἰς ἓν πρόσωπον καὶ μίαν
10ὑπόστασιν συντρεχουσῶν. Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστο‐ λῆς· Καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος· εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά. Τῆς συνόδου· Οὐκ εἰς δύο πρόσωπα μεριζόμενον
15ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ Θεὸν Λόγον κύριον Ἰησοῦν Χριστόν. Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστο‐ λῆς· Καὶ οὐκ εἰς δύο μερισθήσεται πρόσωπα διὰ τοῦτο καὶ υἱούς, ἀλλὰ μεμένηκεν εἷς καὶ ὁ αὐτὸς κύριος Ἰησοῦς Χριστός.
20 Τῆς συνόδου· Καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον. Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστο‐ λῆς· Οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας.
25 Τῆς συνόδου· Τούτων τοίνυν μετὰ πάσης παν‐ ταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας παρ’ ἡμῶν διατυπωθέντων, ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ συνόδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως· τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν
30ἑτέραν ἤγουν προσκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον110

111

σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀλη‐ θείας ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδή‐ ποτε, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς, τοὺς δὲ κληρικοὺς τοῦ
5κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι αὐτούς. Κυρίλλου ἐν τῇ Ἐφέσ· Τούτων τοίνυν ἀναγνωσ‐ θέντων, ὥρισεν ἡ ἁγία συνόδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προσφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖ‐ σαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῇ Νικαέων συναχθέντων
10σὺν ἁγίῳ Πνεύματι· τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἤγουν προσκομίζειν ἢ προσφέρειν τοῖς ἐθέλουσιν ἐπιστρέ‐ φειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς
15καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ λαϊκοὶ εἶεν, ἀναθεματί‐ ζεσθαι αὐτούς.
17tΚυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας
18tχρήσεις διάφοροι, ἐν αἷς ἔστιν εὑρεῖν τῶν δύο
19tφύσεων τὸ διάφορον, καὶ τὸν Θεὸν Λόγον
20tἀπαθῆ καὶ ἀθάνατον, τὸν δὲ ναὸν παθητὸν
21tκαὶ θνητὸν παρ’ αὐτοῦ κηρυττόμενον.
22 αʹ. Ἐκ τῆς πρὸς Νεστόριον δευτέρας ἐπιστολῆς, ἧς ἡ ἀρχ· Καταφλυαροῦσι μέν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ...·
25Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ’ οὐδὲ εἰς ὅλον ἄνθρωπον μετεβλήθη τὸν ἐκ ψυχῆς καὶ σώματος. Ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ἑαυτῷ ὁ Λόγος καθ’ ὑπόστασιν ἀφράστως τε καὶ
ἀπερινοήτως γέγονεν ἄνθρωπος.111

112

βʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν.
5 γʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ἔστι γὰρ εἰκαῖόν τε ὁμοῦ καὶ ἀμαθὲς τὸν προϋπάρχοντα πρὸ παντὸς αἰῶνος καὶ συναΐδιον τῷ Πατρὶ δεῖσθαι λέγειν ἀρχῆς τῆς εἰς τὸ εἶναι δευτέρας. δʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
10λῆς· Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου, εἶθ’ οὕτως καταπεφοίτηκεν ἐπ’ αὐτὸν ὁ Λόγος, ἀλλ’ ἐξ αὐτῆς μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρ‐ κικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ Θεοῦ Λόγου
15παθόντος εἰς ἰδίαν φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἤγουν τὰ ἕτερα τῶν τραυμάτων (ἀπαθὲς γὰρ τὸ θεῖόν τε καὶ ἀσώμα‐ τον). Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθε ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. Κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τοῦ τεθνάναι
20νοοῦμεν. Ἀθάνατος μὲν γὰρ κατὰ φύσιν καὶ ἄφθαρτος καὶ ζωὴ καὶ ζωοποιός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι Θεοῦ, καθά φησιν ὁ Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸν τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς εἰς πεῖραν ἐλθόντα τοῦ θανάτου τό γε ἧκον
25εἰς τὴν ἑαυτοῦ φύσιν (ἀποπληξία γὰρ τοῦτο λέγειν ἢ φρονεῖν), ἀλλ’ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανά‐
του. Οὕτω καὶ ἐγηγερμένης τῆς αὐτοῦ σαρκός, πάλιν ἡ ἀνάστασις112

113

αὐτοῦ λέγεται, οὐχ ὡς πεσόντος αὐτοῦ εἰς διαφθοράν, μὴ γένοιτο, ἀλλ’ ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα. Οὕτω Χριστὸν ἕνα καὶ Κύριον ὁμολογήσομεν. εʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
5λῆς· Τὸ δὲ σάρκα γεγενῆσθαι τὸν Λόγον οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ὅτι παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς ἴδιόν τε σῶμα τὸ ἡμῶν ἐποιήσατο καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναι‐ κός, οὐκ ἀποβεβληκὼς τὸ εἶναι Θεός. ϛʹ Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
10λῆς· Οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας, οὕτω τεθαρρήκασι θεοτόκον εἰπεῖν τὴν ἁγίαν παρθένον, οὐχ ὡς τῆς τοῦ Λόγου φύσεως ἤτοι τῆς θεότητος αὐτοῦ τὴν ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς ἁγίας παρθένου, ἀλλ’ ὡς γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου αὐτοῦ σώματος ψυχωθέντος λογικῶς.
15 ζʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον τρίτης ἐπιστολῆς, ἧς ἡ ἀρχ· Τοῦ Σωτῆρος ἡμῶν ἐναργῶς λέγοντος· ...ἀλλ’ εἰ καὶ γέγονε ἐν προσλήψει σαρκὸς καὶ αἵματος, καὶ οὕτως μεμενη‐ κὼς ὅπερ ἦν, Θεὸς δηλονότι φύσει τε καὶ ἀληθείᾳ. Οὔτε δὲ
20τὴν σάρκα φαμὲν εἰς θεότητος τραπῆναι φύσιν οὔτε μὴν εἰς φύσιν σαρκὸς τὴν ἄρρητον τοῦ Θεοῦ Λόγου παρενεχθῆναι φύσιν. Ἄτρεπτος μὲν γάρ ἐστι καὶ ἀναλλοίωτος παντελῶς. ηʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην Ἀντιοχείας ἀρχιεπίσκοπον ἐπι‐
25στολῆς, ἧς ἡ ἀρχ· Εὐφραινέσθωσαν οὐρα‐113

114

νοὶ καὶ ἀγαλλιάσθω ἡ γ· Ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονο‐ γενῆ, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν
5θεότητα, ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοού‐ σιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. Δύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολο‐
10γοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλ‐ λήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς ἴσμεν
15τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντας. Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες,
20(εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα), ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα Θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεο‐ πνεύστοις γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ἡμῖν καὶ παρ’ ὑμῖν ἐκκλησίαι.
25θʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
λῆς· Ἔδει γὰρ ἔδει σαφῶς ἐννοεῖν ὅτι σχεδὸν ἅπας ἡμῖν114

115

ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότηται, διαβεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος. Ἀλλ’ εἴπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ ἅγιον σῶμα γεγενῆσθαί φαμεν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, πῶς ἂν ἔτι νοοῖτο θεοτόκος; Τίνα γὰρ
5ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμανουήλ; ιʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι καὶ ὡς ἐν ἑνὶ προσώπῳ
10νοούμενος. Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπράχθαι φαμέν. Τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ ὁσιότης ἐπιστομίζειν.
15 ιαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ἀπαθῆ δὲ πρὸς τούτῳ τὸν τοῦ Θεοῦ Λόγον ὑπάρχειν ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσόφως αὐτὸς οἰκονομῶν τὸ μυστήριον ἑαυτῷ προσνέμων ὁρῷτο τὰ ἴδια σαρκὶ συμβεβηκότα πάθη. Ταύτῃτοι καὶ ὁ πάνσοφος Πέτρος· Χριστοῦ οὖν παθόν‐
20τος, φησί, ὑπὲρ ἡμῶν σαρκὶ καὶ οὐχὶ τῇ φύσει τῆς ἀπορρήτου θεότητος. Ἵνα γὰρ αὐτὸς τῶν ὅλων σωτὴρ εἶναι πιστεύηται, κατ’ οἰκείωσιν οἰκονομικὴν εἰς ἑαυτόν, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει πάθη. ιβʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς
25Εὐλόγιον ἐπιστολῆς τὸν ἐν Κωνσταντινου‐115

116

πόλει ἀποκρισιάριον, ἧς ἡ ἀρχ· Ἐπιλαμ‐ βάνονται τινὲς τῆς ἐκθέσεως, ἧς πεποίηνται οἱ Ἀνατολικο· Ἐπειδὴ πάντες οἱ τῆς Ἀνατολῆς νομί‐ ζουσιν ἡμᾶς τοὺς ὀρθοδόξους ταῖς Ἀπολιναρίου κακοδοξίαις
5ἀκολουθεῖν καὶ φρονεῖν ὅτι σύγκρασις ἐγένετο ἢ σύγχυσις, (τοιαύταις γὰρ αὐτοὶ κέχρηνται φωναῖς, ὡς τοῦ Θεοῦ Λόγου μεταβεβηκότος εἰς φύσιν σαρκὸς καὶ τῆς σαρκὸς τραπείσης εἰς φύσιν θεότητος), συγκεχωρήκαμεν αὐτοῖς οὐ διελεῖν εἰς δύο τὸν ἕνα Υἱόν, μὴ γένοιτο, ἀλλ’ ὁμολογῆσαι μόνον ὅτι οὔτε σύγ‐
10χυσις ἐγένετο οὔτε κρᾶσις, ἀλλ’ ἡ μὲν σὰρξ σὰρξ ἦν, ὡς ἐκ γυναικὸς ληφθεῖσα, ὁ δὲ Λόγος ὡς ἐκ Πατρὸς γεννηθεὶς Λόγος ἦν· πλὴν εἷς ὁ Χριστὸς καὶ υἱὸς καὶ κύριος κατὰ τὴν Ἰωάννου φωνήν. ιγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
15λῆς· Παρασκεύαζε δὲ αὐτοὺς προσέχειν τῇ ἀναγνώσει τῆς ἐπιστολῆς τοῦ μακαρίου πάπα Ἀθανασίου, ὅτι ἐκεῖ φιλονεικούν‐ των τινῶν καὶ λεγόντων ὅτι ἐκ τῆς ἰδίας φύσεως ὁ Θεὸς Λόγος μετεποίησεν ἑαυτῷ σῶμα, ἄνω καὶ κάτω διισχυρίζεται λέγων ὅτι οὐχ ὁμοούσιον ἦν τῷ Λόγῳ τὸ σῶμα. Εἰ δὲ οὐχ ὁμοούσιον,
20ἑτέρα πάντως καὶ ἑτέρα φύσις. ιδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅπου γὰρ ἕνωσις ὀνομά‐ ζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνοδος, ἀλλ’ ἢ δύο ἢ πλειόνων καὶ διαφόρων ἀλλήλοις κατὰ τὴν φύσιν. Εἰ τοίνυν
25λέγομεν ἕνωσιν, ὁμολογοῦμεν ὅτι σαρκὸς ἐψυχωμένης νοερῶς καὶ Λόγου, καὶ οἱ δύο λέγοντες φύσεις οὕτω νοοῦσι· πλὴν τῆς
ἑνώσεως ὁμολογουμένης οὐκέτι διίστανται ἀλλήλων τὰ ἑνωθέντα.116

117

ιεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Οὐ τὸ εἰδέναι τῶν φύσεων τὴν διαφορὰν διατέμνειν ἐστὶν εἰς δύο τὸν ἑνὰ Χριστόν. ιϛʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τοῦ περὶ
5ἐνανθρωπήσεως λόγου, οὗ ἡ ἀρχ· Βαθὺ μὲν καὶ μέγα καὶ ἀξιοθαύμαστον· Πῶς οὖν γέγονε καθ’ ἡμᾶς; Σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, σῶμα δὲ οὐκ ἄψυχον, καθάπερ ἔδοξέ τισι τῶν αἱρετικῶν, ἐψυχωμένον δὲ μᾶλλον ψυχῇ λογικῇ, οὕτω προῆλθε τέλειος ἄνθρωπος ἐκ
10γυναικὸς χωρὶς ἁμαρτίας, ἀληθινῶς καὶ οὐ δοκήσει καὶ φαν‐ τασίᾳ. ιζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὐ γὰρ διαιροῦμεν τὸν ἕνα κύριον καὶ Θεὸν καὶ σωτῆρα ἡμῶν εἰς δύο υἱούς, τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον τοῦ Θεοῦ
15Λόγον οὐδέ, καθάπερ οἴονταί τινες τῶν αἱρετικῶν καὶ ἀσυνέ‐ των, ἀνακεχυμένων ὥσπερ εἰς ἀλλήλας θεότητός τε καὶ ἀνθρω‐ πότητος, ἤγουν τοῦ Θεοῦ Λόγου μεταχωρήσαντος εἰς φύσιν σαρ‐ κὸς ἢ καὶ τῆς σαρκὸς μεταβληθείσης εἰς φύσιν θεότητος, (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος παντελῶς ἐστιν ὁ τοῦ Θεοῦ
20Λόγος), ἀλλ’ ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ἑαυτῷ ἐκ τῆς ἁγίας παρθένου, κατὰ ἀλήθειαν ὁ τοῦ Θεοῦ Λόγος ἀφράστως σεσαρκῶσθαι καὶ ἐνανθρωπῆσαι λέγεται. ιηʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὅσον μὲν ἧκεν εἰς τὴν τῆς σαρκὸς φύσιν, τέτοκεν ἡ ἁγία παρ‐
25θένος τὸ ἑαυτῇ τε καὶ ἡμῖν ὁμοούσιον σῶμα, ἀλλ’ ἔν γε. τῷ θεοτόκον εἰπεῖν συνεισάγεται πάντως καὶ ἡ τούτου δήλωσις. Οὐ
γὰρ θεότητα τέτοκε γυμνὴν ἡ ἁγία παρθένος, ἀλλ’ ἑνωθέντα117

118

σαρκὶ τὸν τοῦ Θεοῦ Λόγον, καὶ οὐκ ἂν ἑτέρως νοοῖτο θεοτόκος, εἰ μὴ κατὰ τοῦτον αὐτὸν τὸν τρόπον, ὥστε προειστρέχει πάντως ἡ τῆς ἐνανθρωπήσεως ὁμολογία. ιθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
5Καὶ οὕτως ἔσται λοιπὸν ἀληθὲς ὅτι θεοτόκος γέγονεν ἡ ἁγία παρθένος ἀποτεκοῦσα παραδόξως ἕνα Χριστόν, παραπλησίως ἡμῖν μετεσχηκότα σαρκὸς καὶ αἵματος, καὶ ὁμοούσιον αὐτῇ τε καὶ ἡμῖν κατὰ τὸ ἀνθρώπινον, ὡς εἶναι τὴν σάρκα ἐκ τῆς θεοτόκου Μαρίας ὁμοούσιον, οὐ γὰρ ὁμοιούσιον ὡς ἔδοξέ τισι
10τῶν αἱρετικῶν, ἀλλ’ ὁμοούσιον, τουτέστιν ἐκ τῆς ἡμετέρας οὐσίας· φησὶ γάρ· σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. κʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον τὸν Βεροίας δευτέρας ἐπιστολῆς, ἧς ἡ ἀρχ· Πρέπουσαν ἑαυτῇ φροντίδα καὶ νῦν ἡ
15σὴ ὁσιότης ἀνεδέξατο· Μὴ γὰρ δή τινες ἁπλῶς ἀλλοκότους καθ’ ἡμῶν ἐμείτωσαν λόγους, τὰ Ἀπολιναρίου φρο‐ νεῖν ἐπιφημίζοντες ἤγουν τὰ Ἀρείου καὶ Εὐνομίου, καθὰ γεγρά‐ φασιν ἐν τῇ Ἐφεσίων. Ἐγὼ γὰρ διὰ τὴν τοῦ Σωτῆρος χάριν ἀεὶ γέγονα καὶ ὀρθόδοξος, ἐτράφην δὲ καὶ εἰς χεῖρας ὀρθοδό‐
20ξου πατρὸς, καὶ οὔτε τὰ Ἀπολιναρίου πεφρόνηκα πώποτε, μὴ γένοιτο, οὔτε τὰ Ἀρείου ἢ Εὐνομίου οὔτε μὴν τὰ ἑτέρου τινὸς τῶν αἱρετικῶν, ἀναθεματίζω δὲ μᾶλλον αὐτούς. Οὐ γὰρ ἄψυχον λέγω τὸ σῶμα Χριστοῦ, ὁμολογῶ δὲ ὅτι ἐψύχωτο ψυχῇ λογικῇ, καὶ οὔτε σύγχυσιν ἢ φυρμὸν ἢ ἀνάκρασιν γεγενῆσθαι διισχυρί‐
25ζομαι, καθά φασί τινες, ἄτρεπτον δὲ καὶ ἀναλλοίωτον ὑπάρχοντα κατὰ φύσιν τὸν τοῦ Θεοῦ Λόγον ἐπίσταμαι καὶ παντὸς ἀνεπί‐
δεκτον πάθους κατὰ τὴν ἰδίαν φύσιν. Ἀπαθὲς γὰρ τὸ θεῖον καὶ118

119

τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται, ἐρήρεισται δὲ μᾶλ‐ λον ἐν ἰδίοις ἀγαθοῖς, ἔχει δὲ καὶ ἀκράδαντον τὴν ἐφ’ οἷς ἐστι διαμονήν. Ἕνα δὲ ὄντα Χριστὸν καὶ κύριον τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τοῦτον λέγω παθεῖν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφὰς
5ἤτοι κατὰ τὴν τοῦ μακαρίου Πέτρου φωνήν. καʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς ἑρμη‐ νείας τοῦ ἀποπομπαίου, ἧς ἐποίησε πρὸς Ἀκάκιον τὸν Σκυθοπόλεως ἐπίσκοπον, ἧς ἡ ἀρχ· Τοῖς παρὰ τῆς σῆς ὁσιότητος ἀρτίως
10ἐπεσταλμένοις ἐντυχών, ἥσθην ἄγαν· Δύο μὲν γὰρ χιμάρους προσκομισθῆναι προστέταχε καὶ δύο γράφεσθαι κλήρους ἐπ’ αὐτοῖς, ὡς τὸν μὲν ἕνα τῶν χιμάρων ὀνομασθῆναι κύριον, τόν γε μὴν ἕτερον ἀποπομπαῖον. Οὐκοῦν ὀνόματα τοῖς χιμάροις κύριός τε καὶ ἀποπομπαῖος, σημαίνεται δὲ δι’ ἀμφοῖν
15ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός. κβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Ἀναθετέον δὴ οὖν ἐν τῷ σφαγέντι χιμάρῳ γενόμενον μὲν ἐν θανάτῳ σαρκὸς τὸν Ἐμμανουήλ, πλὴν ἐπὶ λύσει θανάτου καὶ ἁμαρτίας. Ἦν γὰρ ἐν νεκροῖς ἐλεύθερος, τουτέστιν ἀνάλωτος
20ἁμαρτίας καὶ οὐκ ἔνοχος μεθ’ ἡμῶν τῇ τοῦ θανάτου δίκῃ. Ἴδωμεν οὖν αὐτὸν ἐν τῷ ἑτέρῳ χιμάρῳ τῷ ζῶντι καὶ ἀφιεμένῳ καὶ ἐν τῷ παθεῖν ἀνθρωπίνως μὴ πάσχοντα θεϊκῶς καὶ ἐν τῷ
τεθνάναι σαρκὶ θανάτου κρείττονα.119

120

κγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Οἶμαι δὲ δεῖν καὶ αὐτὴν ποιήσασθαι τὴν παράθεσιν τῶν νομικῶν γραμμάτων εἰς ἀνάμνησιν τοῖς ἀκροωμένοις, ἔχει δὲ οὕτως· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας
5αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ’ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραὴλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον. Ἄθρει δὴ οὖν ὅπως,
10καίτοι τοῦ πρώτου σφαγέντος χιμάρου, ζῶντα πλεισταχοῦ τὸν ἕτερον ὀνομάζει· ἦν γάρ, ὡς ἔφην, δι’ ἀμφοῖν γραφόμενος ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός, ὡς ἐν πάθει σαρ‐ κὸς ἰδίας καὶ ἔξω πάθους, ὡς ἐν ἀθανάτῳ καὶ ὑπὲρ θάνατον. Ἔζη γὰρ ὁ τοῦ Θεοῦ Λόγος, καὶ γευομένης θανάτου τῆς ἁγίας
15αὐτοῦ σαρκός, καὶ μεμένηκεν ἀπαθής, καίτοι τοῦ ἰδίου σώματος τὸ πάθος οἰκειούμενος καὶ εἰς ἑαυτὸν ἀναφέρων αὐτό. κδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Πλὴν ἔστιν ἰδεῖν ἐν τοῖς ὀρνιθίοις, καθὰ καὶ ἐν τοῖς χιμάροις, σαρκὶ μὲν παθόντα κατὰ τὰς γραφάς, μείναντα δὲ καὶ ἐπέκεινα
20τοῦ παθεῖν καὶ ἀποθνῄσκοντα μὲν ἀνθρωπίνως, ζῶντα δὲ θεϊκῶς· ζωὴ γὰρ ὁ Λόγος ἦν. Καὶ γοῦν ὁ πάνσοφος μαθητὴς θανα‐ τωθῆναι μὲν αὐτὸν ἔφη σαρκί, ζωοποιηθῆναι δὲ πνεύματι. Πλὴν ὅτι κἂν εἰ τοῦ παθεῖν τὸν θάνατον εἰς ἰδίαν φύσιν ἄμοιρος ἦν ὁ Λόγος, ἀλλ’ οὖν οἰκειοῦται τὸ πάθος τῆς ἑαυτοῦ σαρκός,
25ὡς ἤδη προεῖπον· ἐβαπτίζετο γὰρ τὸ ὀρνίθιον τὸ ζῶν ἐν τῷ αἵματι τοῦ τετελευτηκότος, πεφυρμένον δὲ τῷ αἵματι μόνον, οὐ
κοινωνῆσαν τοῦ πάθους, εἰς τὴν ἔρημον ἐξεπέμπετο. Ἀναπε‐120

121

φοίτηκε γὰρ ἐν τοῖς οὐρανοῖς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς καὶ ξένον ἦν ἐν οὐρανοῖς τὸ θέαμα. κεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Ὥσπερ ἐν τοῖς χιμάροις ἐγράφη σαφῶς τὸ τοῦ Χριστοῦ μυστή‐
5ριον, οὕτως καὶ ἐν τοῖς δυσὶν ὀρνιθίοις. κϛʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Ἆρ’ οὐκ ἀμείνων κατὰ φύσιν ὁ ἐκ Θεοῦ πατρὸς Λόγος τοῦ ἐκ σπέρματος Δαυίδ, καὶ ἀσυγκρίτοις διαφοραῖς; Τί γὰρ ἀνθρώ‐ που φύσις ὡς πρός γε τὴν θείαν καὶ ὑπερτάτην; Ἀλλά, οἶμαι,
10καὶ οὐχ ἑκόντες ἐροῦσιν ὡς ἀμείνων ἐστὶ κατὰ φύσιν ὁ ἐκ Θεοῦ πατρὸς Λόγος. Εἶτα τί δράσομεν τοὺς χιμάρους ὁρῶντες οὐχ ἑτεροφυεῖς ὄντας ἀλλήλοις, ὁμοειδεῖς δὲ μᾶλλον καὶ κατ’ οὐδὲν ἀλλήλων διαφέροντας κατά γε τὸ εἶναι τοῦθ’ ὅπερ εἰσίν; Ὁ αὐτὸς δ’ ἂν γένοιτο λόγος καὶ ἐπὶ τοῖς δυσὶν ὀρνιθίοις. Οὐκοῦν
15συγχωρείτωσαν διὰ τὸ τῶν χιμάρων ἤγουν τῶν ὀρνιθίων ὁμοει‐ δὲς μηδὲν ἀνθρώπου διαφέρειν τὸν τοῦ Θεοῦ Λόγον. Ἀλλ’ οὐκ ἀνέξονται, καθάπερ ἡγοῦμαι, τοῦ τοιοῦδε λόγου· πλεῖστον γὰρ ὅσον τὸ μεταξὺ θεότητός τε καὶ ἀνθρωπότητος. κζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·
20Ἔδει δὴ οὖν τὸν διὰ Μωυσέως νόμον καταγράψαι σοφῶς ἐθέλοντα τὸ Χριστοῦ μυστήριον, οὐκ ἐν ἑνὶ τῶν χιμάρων ἤτοι τῶν ὀρνιθίων ἀποθνῄσκοντά τε ὁμοῦ καὶ ζῶντα καταδεικνύειν αὐτόν, ἵνα μὴ τερατοποιΐα σκηνικὴ δόξῃ πως εἶναι τὸ δρώμενον. κηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·
25Ὥστε κἂν εἰ δύο χιμάρους παρεκόμισεν ἡ χρεία πρὸς παράδειξιν μυστηρίου τοῦ κατὰ Χριστόν, κἂν εἰ δυὰς ὀρνίθων, εἷς ἦν ὁ
ἐν ἀμφοῖν, καὶ ὡς ἐν πάθει καὶ ἔξω πάθους, καὶ θανάτῳ καὶ121

122

ὑπὲρ θάνατον καὶ ἀναβαίνων εἰς οὐρανοὺς ἀπαρχή τις ὥσπερ δευτέρα τῆς ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν. Αὐτὸς γὰρ ἡμῖν ἐνεκαίνισε τὴν εἰς τὰ ἄνω τρίβον, καὶ ἑψόμεθα κατὰ καιροὺς αὐτῷ.
5 κθʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον τὸν Μελιτηνῆς ἐπίσκοπον ἐπιστολῆς, ἧς ἡ ἀρχ· Χρῆμα μὲν ἀδελφοῖς ἡ πρόσρησις· Γέγονε γὰρ σὰρξ ὁ Λόγος κατὰ τὰς γραφάς, καὶ σύμβασιν οἰκονομικὴν καὶ ἀπόρρητον ἀληθῶς πεπράχθαι φαμὲν ἀνομοίων
10πραγμάτων εἰς ἕνωσιν ἀδιάσπαστον. Οὐ γάρτοι, κατά τινας τῶν ἀρχαίων αἱρετικῶν, ἐξ ἰδίας λαβόντα φύσεως, τουτέστι τῆς θεϊκῆς, ἑαυτῷ κατασκευάσαι τὸ σῶμα τὸν Θεοῦ Λόγον ὑπονοή‐ σομεν, ἑπόμενοι δὲ πανταχῇ ταῖς θεοπνεύστοις γραφαῖς, ἐκ τῆς ἁγίας παρθένου λαβεῖν αὐτὸν διαβεβαιούμεθα. Ταύτῃτοι τὰ
15ἐξ ὧν ἐστιν ὁ εἷς καὶ μόνος υἱὸς καὶ κύριος Ἰησοῦς Χριστὸς ὡς ἐν ἐννοίαις δεχόμενοι, δύο φύσεις ἡνῶσθαί φαμεν. λʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς· Ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι’ ἐναντίας· Ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι, δύο μὲν ὀνομά‐
20ζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνον‐ ται κατά γε τὴν διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ ἐναντία ταῦτα τοῖς σοῖς; Οὐ γὰρ ἀνέχῃ προσώποις δυσὶν ἤγουν ὑποστάσεσι τὰς φωνὰς διανέμειν. Ἀλλ’, ὦ βέλτιστε, φαίην ἄν, γεγράφαμεν ἐν τοῖς κεφαλαίοις· Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι
25διανέμει τὰς φωνάς, καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ
Θεοῦ Λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς122

123

μόνῳ τῷ ἐκ Θεοῦ πατρὸς Λόγῳ, ὃς ἔστω κατάκριτος. Φωνῶν δὲ διαφορὰν κατ’ οὐδένα τρόπον ἀνῃρήκαμεν, εἰ καὶ ἀπόβλητον πεποιήμεθα τὸ μερίζειν αὐτὰς ὡς υἱῷ κατὰ μόνας τῷ ἐκ Πατρὸς Λόγῳ καὶ ὡς ἀνθρώπῳ πάλιν κατὰ μόνας υἱῷ νοουμένῳ τῷ ἐκ
5γυναικός. λαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Τίνα δὲ τρόπον ἐσαρκώθη τε καὶ ἐνανθρώπησεν, εἰ περιεργάζοιτό τις, καταθρήσειεν ἂν τὸν ἐκ Θεοῦ Λόγον δούλου τε λαβόντα μορφὴν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον,
10καθὰ γέγραπται. Καὶ κατ’ αὐτὸ δὴ τουτὶ καὶ μόνον νοηθείη ἂν ἡ τῶν φύσεων ἤγουν ὑποστάσεων διαφορά· οὐ γάρτοι ταὐτὸν ὡς ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης. λβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ὅταν τοίνυν ὁ τῆς σαρκώσεως πολυπραγμονῆται τρόπος,
15δύο τὰ ἀλλήλοις ἀπορρήτως τε καὶ ἀσυγχύτως συνηνεγμένα καθ’ ἕνωσιν ὁρᾷ δὴ πάντως ὁ ἀνθρώπινος νοῦς. Ἑνωθέντα γε μὴν διίστησιν οὐδαμῶς. λγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Οἷον δή φημι· αἱ μὲν γάρ εἰσι τῶν φωνῶν ὅτι μάλιστα
20θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξιν ἐπέχουσιν, ἐμφανίζουσαι τὸν Υἱὸν Θεόν τε ὄντα καὶ ἄνθρωπον ὁμοῦ τε καὶ ἐν ταὐτῷ. λδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
λῆς· Ἰδοὺ γὰρ ἰδοὺ Χριστὸν Ἰησοῦν ὀνομάσας, χθὲς καὶ123

124

σήμερον τὸν αὐτὸν εἶναί φησι καὶ εἰς τοὺς αἰῶνας καὶ δι’ αὐτοῦ γενέσθαι τὰ πάντα, καὶ τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων ἐπὶ πάντας ὀνομάζει Θεόν, καὶ μὴν καὶ εὐλογητὸν εἶναί φησιν εἰς τοὺς αἰῶνας. Μὴ τοίνυν διέλῃς ἐν τούτοις τὰς ἐπὶ τῷ Κυρίῳ φωνάς,
5(ἔχουσι γὰρ ἐν ταὐτῷ τὸ θεοπρεπὲς καὶ τὸ ἀνθρώπινον), ἐφάρμοσον δὲ μᾶλλον αὐτὰς ὡς ἑνὶ τῷ Υἱῷ. λεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ἦν οὖν ἀναγκαῖον καὶ πρός γε τοῦτο ἡμᾶς εἰπεῖν. Οὐκ ἠγνόηκεν ἡ σὴ τελειότης ὅτι τῆς Ἀπολιναρίου δόξης τὸν μῶμον
10τῶν ἐμῶν καταχέοντες ἐπιστολῶν, ᾠήθησαν ὅτι καὶ ἄψυχον εἶναί φημι τὸ ἅγιον σῶμα Χριστοῦ, καὶ ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἢ μεταβολὴ τοῦ Λόγου γέγονεν εἰς τὴν σάρκα ἤγουν τῆς σαρκὸς μεταφοιτησάσης εἰς φύσιν θεότητος, ὡς μηδὲν ἔτι σῴζεσθαι καθαρῶς μήτε μὴν εἶναι ὅ ἐστιν. Ὠιήθησαν δὲ πρὸς
15τούτῳ καὶ ταῖς Ἀρείου με συμφέρεσθαι βλασφημίαις, διά τοι τὸ μὴ ἐθέλειν διαφορὰν εἰδέναι φωνῶν καὶ τὰς μὲν εἶναι λέγειν θεοπρεπεῖς, τὰς δὲ ἀνθρωπίνας καὶ πρεπούσας μᾶλλον τῇ οἰκο‐ νομίᾳ τῇ μετὰ σαρκός. Ἐγὼ δὲ ὅτι τῶν τοιούτων ἀπήλλαγμαι, μαρτυρήσειεν ἂν ἑτέροις ἡ σὴ τελειότης, πλὴν ἔδει σκανδα‐
20λισθεῖσιν ἀπολογήσασθαι. Ταύτῃτοι γέγραφα πρὸς τὴν θεοσέ‐ βειαν αὐτοῦ ὡς οὔτε πεφρόνηκά ποτε τὰ Ἀρείου τε καὶ Ἀπο‐ λιναρίου οὔτε μὴν μεταπεποιῆσθαι τὸν τοῦ Θεοῦ Λόγον εἰς σάρκα φημί, ἀλλ’ οὐδὲ εἰς φύσιν θεότητος μεταφῦναι τὴν σάρκα, διὰ τὸ ἄτρεπτον εἶναι καὶ ἀναλλοίωτον τὸν τοῦ Θεοῦ Λόγον· ἀνέφικ‐
25τον δὲ καὶ τὸ ἕτερον, οὔτε μὴν ἀνῄρηκα ποτὲ φωνῶν διαφοράν, ἀλλ’ οἶδα τὸν Κύριον θεοπρεπῶς τε ἅμα καὶ ἀνθρωπίνως διαλε‐ γόμενον, ἐπείπερ ἐστὶν ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος. λϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ πρώτου ὑπομ‐
νηστικοῦ τοῦ πρὸς Σούκενσον ἐπίσκοπον124

125

τῆς Διοκαισαρέων τῆς κατὰ τὴν Ἰσαύρων ἐπαρχίαν, οὗ ἡ ἀρχ· Ἐνέτυχον μὲν τῷ ὑπομνηστικῷ τῷ παρὰ τῆς σῆς ὁσιότητος ἀποσταλέντι· Ἐπειδὴ δέ τινες ἐπιπλέκουσιν ἡμῖν τὰς
5Ἀπολιναρίου δόξας καί φασιν ὅτι, εἰ ἕνα λέγετε καθ’ ἕνωσιν ἀκριβῆ καὶ συνεσταλμένην υἱὸν τὸν ἐκ Θεοῦ πατρὸς Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, τάχα που κἀκεῖνο φαντά‐ ζεσθε καὶ φρονεῖν ἐγνώκατε ὅτι σύγχυσις ἤτοι σύγκρασις ἢ φυρμὸς ἐγένετο τοῦ Λόγου πρὸς τὸ σῶμα ἢ τοῦ σώματος εἰς
10φύσιν θεότητος μεταβολή, ταύτῃτοι καὶ μάλα ἐμφρόνως ἡμεῖς, ἀποκρουόμενοι τὴν συκοφαντίαν, φαμὲν ὅτι ὁ ἐκ Θεοῦ πατρὸς Λόγος ἀπερινοήτως τε καὶ ὡς οὐκ ἔστιν εἰπεῖν, ἥνωσεν ἑαυτῷ σῶμα ἐψυχωμένον ψυχῇ νοερᾷ καὶ προῆλθεν ἄνθρωπος ἐκ γυναι‐ κός, οὐ μεταβολῇ φύσεως καθ’ ἡμᾶς γεγονώς, ἀλλ’ εὐδοκίᾳ
15μᾶλλον οἰκονομικῇ. λζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἑνοῦντες τοίνυν ἡμεῖς τῇ ἁγίᾳ σαρκὶ ψυχὴν ἐχούσῃ τὴν νοερὰν ἀπορρήτως καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ πατρὸς Λόγον ἀσυγχύτως, ἀτρέπτως, ἀμεταβλήτως, ἕνα υἱὸν καὶ Χριστὸν καὶ
20κύριον ὁμολογοῦμεν, τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, οὐχ ἕτερον καὶ ἕτερον, ἀλλ’ ἕνα καὶ τὸν αὐτόν, τοῦτό τε κἀκεῖνο ὑπάρχοντα καὶ νοούμενον. ληʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Φαμὲν δὲ κἀκεῖνο· βασανίζοντες εὐτέχνως τῆς μετὰ σαρκὸς
25οἰκονομίας τὸν τρόπον καὶ περιαρθροῦντες ἰσχνῶς τὸ μυστήριον, ὁρῶμεν ὅτι ὁ ἐκ Θεοῦ πατρὸς Λόγος ἐνηνθρώπησέ τε καὶ ἐσαρκώθη, καὶ οὐκ ἐκ τῆς θείας ἑαυτοῦ φύσεως τὸ ἱερὸν ἐκεῖνο πεπλαστούργηκε σῶμα, ἀλλ’ ἐκ τῆς παρθένου μᾶλλον ἔλαβεν αὐτό, ἐπεὶ πῶς γέγονεν ἄνθρωπος, εἰ μὴ σῶμα πεφόρεκε τὸ
30ἀνθρώπινον;125

126

λθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ’ ἕνωσιν ἀδιάσ‐ παστον ἀσυγχύτως καὶ ἀτρέπτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ
5οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ, ὁμοίως δὲ καὶ ὁ Λόγος Θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονο‐ μικῶς. μʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὅταν οὖν ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδικοῦμεν τὴν εἰς ἑνότητα συν‐
10δρομὴν ἐκ δύο φύσεων γεγενῆσθαι λέγοντες· μετὰ μέντοι τὴν ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ’ ἀλλήλων, οὔτε εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον. μαʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ’ ἡμᾶς αὐτοὺς
15σύνθεσιν, καθ’ ἥν ἐσμεν ἄνθρωποι. Συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν μὲν τὴν τοῦ σώμα‐ τος, ἑτέραν δὲ τὴν τῆς ψυχῆς. μβʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἐννοίας καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς
20τῆς ψυχῆς ὄμμασι τίνα τρόπον ἐνηνθρώπησεν ὁ Μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν ἑνωθείσας, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον. μγʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν ἰδίαν ἐποιή‐
25σατο σάρκα;
μδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·126

127

Φαμὲν οὖν ὅτι ἐκ τῆς παραβάσεως τῆς ἐν Ἀδάμ, τῆς ἀνθρω‐ πίνης φύσεως παθούσης τὴν διαφθορὰν καὶ τυραννουμένης τῆς ἐν ἡμῖν διανοίας ἐκ τῶν τῆς σαρκὸς ἡδονῶν ἤτοι κινημάτων ἐμφύτων ἐπεισενεχθέντων τῇ φύσει, ἀναγκαῖον γέγονεν εἰς σωτη‐
5ρίαν ἡμῖν τοῖς ἐπὶ τῆς γῆς τὸ ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον, ἵνα τὴν σάρκα τὴν ἀνθρωπίνην, ὑπενηνεγμένην τῇ φθορᾷ καὶ νοσήσασαν τὸ φιλήδονον, ἰδίαν ποιήσηται, καὶ ἐπειδήπερ ἐστὶ ζωὴ καὶ ζωοποιός, κατηργήσῃ μὲν τὴν ἐν αὐτῇ φθοράν, ἐπιτιμήσῃ δὲ καὶ τοῖς ἐμφύτοις κινήμασι, τοῖς εἰς φιληδονίαν
10δηλαδή. Ἦν γὰρ οὕτω νεκρωθῆναι τὴν ἁμαρτίαν ἐν αὐτῇ. μεʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Πεινῆσαι λέγεται καὶ καμεῖν ἐξ ὁδοιπορίας, ἀνασχέσθαι δὲ καὶ ὕπνου καὶ ταραχῆς καὶ λύπης καὶ τῶν ἄλλων ἀνθρωπίνων καὶ ἀδιαβλήτων παθῶν. Ἵνα δὲ πάλιν πληροφορῇ τοὺς ὁρῶντας
15αὐτὸν ὅτι μετὰ τοῦ εἶναι ἄνθρωπος καὶ Θεός ἐστιν ἀληθινός, εἰργάζετο τὰς θεοσημείας, θαλάσσῃ ἐπιτιμῶν, καὶ νεκροὺς ἐγείρων καὶ τὰ ἕτερα παράδοξα κατορθῶν. Ὑπέμεινε δὲ καὶ σταυρόν, ἵνα σαρκὶ παθὼν τὸν θάνατον, καὶ οὐ φύσει θεότητος, γένηται πρωτότοκος ἐκ νεκρῶν καὶ ὁδοποιήσῃ τῇ ἀνθρώπου
20φύσει τὴν εἰς ἀφθαρσίαν ὁδόν, καὶ σκυλεύσας τὸν Ἅιδην, τὰς αὐτόθι καθειργμένας ἐλεήσῃ ψυχάς. μϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Μετὰ δέ γε τὴν ἀνάστασιν ἦν μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθός, πλὴν οὐκέτι τὰς ἀνθρωπίνας ἀσθενείας ἔχον ἐν ἑαυτῷ. Οὐ
25γὰρ ἔτι πείνης ἢ κόπου ἢ ἑτέρου τινὸς τῶν τοιούτων δεκτικὸν
εἶναί φαμεν αὐτό, ἀλλὰ λοιπὸν ἄφθαρτον, καὶ οὐχὶ τοῦτο μόνον,127

128

ἀλλὰ γὰρ καὶ ζωοποιόν· ζωῆς γὰρ σῶμά ἐστι, τουτέστι τοῦ μονογενοῦς, κατελαμπρύνθη δὲ καὶ δόξῃ τῇ θεοπρεπεστάτῃ. μζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Θεῖον μὲν εἶναί φαμεν τὸ σῶμα Χριστοῦ, ἐπειδὴ δὲ σῶμα Θεοῦ
5ἐστι, καὶ ἀρρήτῳ δόξῃ κατηγλαϊσμένον, ἄφθαρτον, ἅγιον, ζωο‐ ποιόν· ὅτι δὲ εἰς φύσιν θεότητος μετεβλήθη, οὔτε τῶν πατέρων τις τῶν ἁγίων ἢ πεφρόνηκεν ἢ εἴρηκεν οὔτε ἡμεῖς οὕτω δια‐ κείμεθα. μηʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τὸν αὐτὸν
10Σούκενσον δευτέρου ὑπομνηστικο, οὗ ἡ ἀρχ· Ἐμφανῆ μὲν καθίστησιν ἑαυτὴν ἡ ἀλήθεια τοῖς ἀγαπῶσιν αὐτήν. Οἱ μακάριοι πατέρες οἱ τὸ σεπτὸν τῆς ὀρθῆς πίστεως ἡμῖν ὁρισάμενοι σύμ‐ βολον, αὐτὸν ἔφασαν τὸν ἐκ Θεοῦ πατρὸς Λόγον, τὸν ἐκ τῆς
15οὐσίας αὐτοῦ, τὸν μονογενῆ, τὸν δι’ οὗ τὰ πάντα, σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ οὔπω φαμὲν ἀγνοῆσαι τοὺς ἁγίους ἐκεί‐ νους ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα ἐψύχωτο ψυχῇ νοερᾷ, ὥστε εἴ τις σαρκωθῆναι λέγει τὸν Λόγον, οὐ δίχα ψυχῆς νοερᾶς ὁμολογεῖ τὴν σάρκα τὴν ἑνωθεῖσαν αὐτῷ.
20 μθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης τὸν Λόγον ἔφη σάρκα γενέσθαι, οὐχ ὡς ἀψύχῳ σαρκὶ ἑνωθέντα, μὴ γένοιτο, ἀλλ’ οὐδὲ ὡς τροπὴν ἢ ἀλλοίωσιν ὑπομείναντα. Μεμένηκε γὰρ ὅπερ ἦν, τουτέστι Θεός.
25 νʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Εἰ γὰρ καὶ εἷς λέγοιτο πρὸς ἡμῶν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τοῦτο κατὰ
τὸ ἐκείνοις δοκοῦν· οὔτε γὰρ ἡ τοῦ Λόγου φύσις μετακεχώρηκεν128

129

εἰς τὴν τῆς σαρκὸς φύσιν οὐδὲ ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ τοῦ Λόγου, ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντός τε καὶ νοουμένου κατά γε τὸν ἀρτίως ἡμῖν ἀποδοθέντα λόγον. ναʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
5Εἰ μὲν γὰρ μίαν εἰπόντες φύσιν τοῦ Λόγου, σεσιγήκαμεν οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένην, ἀλλ’ οἷον ἔξω θέντες τὴν οἰκο‐ νομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιου‐ μένοις ἐρωτᾶν· ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης
10καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. νβʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὀρθότατα καὶ πάνυ συνετώτατα ἡ σὴ τελειότης τὸν περὶ τοῦ
15σωτηρίου πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, καθὸ νοεῖται καὶ ἔστι Θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, πάσχειν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει. Ἔδει γὰρ ἀναγκαίως ἀμφότερα σῴζεσθαι τῷ ἑνὶ κατὰ ἀλήθειαν Υἱῷ, καὶ τὸ μὴ πάσχειν θεϊκῶς καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρω‐
20πίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ. νγʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἔστω δὲ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ’ ἡμᾶς ἄνθρωπος. Δύο μὲν γὰρ καὶ ἐπ’ αὐτοῦ νοοῦμεν τὰς φύσεις, μίαν μὲν τὴν τῆς ψυχῆς, ἑτέραν δὲ τὴν τοῦ σώματος· ἀλλ’ ἐν ψιλαῖς διελόντες
25ἐννοίαις καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις τὴν
διαφορὰν δεξάμενοι, οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις.129

130

νδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὐκοῦν κἂν εἰ λέγοιμεν ἀνθρωπότητος φύσιν καὶ θεότητος ἐπὶ τοῦ Ἐμμανουήλ, ἀλλ’ ἡ ἀνθρωπότης γέγονεν ἰδία τοῦ Λόγου καὶ εἷς Υἱὸς νοεῖται σὺν αὐτῇ.
5 νεʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς Θεοδώρητον ἑρμηνείας τοῦ πρώτου ἀναθεμα‐ τισμο· Οὐκοῦν εἰ λέγομεν σάρκα γενέσθαι τὸν Λόγον, οὐ σύγχυσιν, οὐ φυρμὸν ἢ τροπὴν ἢ ἀλλοίωσιν συμβῆναι περὶ αὐτόν φαμεν, ἡνῶσθαι δὲ μᾶλλον ἀφράστως τε καὶ ἀπορρήτως
10ἁγίῳ σώματι ψυχὴν ἔχοντι τὴν νοεράν. Τὸ δὲ ἑνοῦσθαι λεγό‐ μενον οὐ συγχεῖται πάντως, ἐν προσλήψει δὲ μᾶλλον ἑτέρου γίνεται. νϛʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Διαβεβαιούμεθα τοίνυν τὸν ἐκ Θεοῦ πατρὸς Λόγον ἐν προσλή‐
15ψει γεγονότα τῆς ἁγίας καὶ ἐμψύχου σαρκός, ἑνωθέντα τε κατὰ ἀλήθειαν ἀσυγχύτως ἐκ μήτρας αὐτῆς προσελθεῖν ἄνθρωπον, μεμενηκέναι δὲ καὶ οὕτω Θεὸν ἀληθινόν. νζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Διὰ τοῦτο τὸ τεχθὲν βρέφος Ἐμμανουὴλ προσαγορεύεται, οὔτε
20Θεὸς ἀνθρωπείας κεχωρισμένος φύσεως οὔτε ἄνθρωπος γεγυμνω‐ μένος θεότητος. νηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν αὐτὸν Θεοδώρητον ἑρμηνείας τοῦ δευτέρου ἀναθε‐ ματισμο· Τὴν καθ’ ὑπόστασιν ἕνωσιν γενέσθαι φαμέν,
25τοῦ καθ’ ὑπόστασιν οὐδὲν ἕτερον ὑποφαίνοντος πλὴν ὅτι μόνον
τοῦ Λόγου φύσις ἤγουν ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ Λόγος,130

131

ἀνθρωπείᾳ φύσει κατὰ ἀλήθειαν ἑνωθεὶς τροπῆς τινος δίχα καὶ συγχύσεως, καθὰ πλειστάκις εἰρήκαμεν, εἷς νοεῖται καὶ ἔστιν ὁ Χριστός, ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. Τοῦτο δέ, ὥς γε οἶμαι, καὶ αὐτῷ Θεοδωρήτῳ δοκεῖ, φύσεως ἀνθρωπίνης οὐ κεχωρίσθαι
5λέγοντες τὸν Θεὸν οὔτε μὴν θεότητος δίχα νοεῖσθαι τὸ ἀνθρώ‐ πινον. Οὐκοῦν οὔτε δίχα τῶν ὑποστάσεων δούλου τε καὶ Θεοῦ μορφὴν ἡνῶσθαί φαμεν οὔτε μὴν κοινὸν ἄνθρωπον ἰσότητι μόνῃ τῶν ἀξιωμάτων τετιμημένον σχετικῶς συνῆφθαι τῷ Λόγῳ διορι‐ ζόμεθα, ἀλλ’ αὐτόν, ὡς ἔφην, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ
10γεγονότα κατὰ ἀλήθειαν ἐν προσλήψει τῆς ἑνωθείσης αὐτῷ σαρκὸς ψυχὴν ἐχούσης τὴν λογικήν. νθʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν αὐτὸν Θεοδώρητον ἑρμηνείας τοῦ τρίτου ἀναθεμα‐ τισμο· Τί τοίνυν ἡμῖν ὡς ἄμαχόν τι καὶ δυσκαταγώνιστον
15ἐπιτείχισμα ποιεῖται τὸ ψεῦδος καὶ τῶν οὕτω σαθρῶν ἅπτεται προβλημάτων; Καὶ φυσικὴν ἀκούων γεγενῆσθαι τὴν ἕνωσιν, τουτέστι τὴν ἀληθῆ, καὶ τροπῆς ἐλευθέραν καὶ ἀσύγχυτον παν‐ τελῶς τὴν τῶν ὑποστάσεων σύνοδον, περιτρέπειν πειρᾶται τῶν εἰρημένων τὴν δύναμιν;
20 ξʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας· Οὐκοῦν κατά γε τὸν ἴσον λόγον πολυπραγμονοῦντες τὴν ἕνωσιν, ἥπερ ἂν ἐπὶ Χριστῷ πεπράχθαι νοοῖτο, τῇ μὲν θεωρίᾳ θεότητός τε καὶ ἀνθρωπότητος σύνοδον ἀληθῆ καθ’ ἕνωσιν γενέσθαι φαμέν, οὐκ ἠγνοηκότες ὅτι ἕτερος μὲν παρὰ τὴν σάρκα κατὰ φύσιν
25ἐστὶν ὁ ἐκ Θεοῦ Λόγος, ἑτέρα δ’ αὖ κατ’ ἰδίαν φύσιν παρ’
αὐτὸν ἡ σάρξ.131

132

ξαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν αὐτὸν Θεοδώρητον ἑρμηνείας τοῦ τετάρτου ἀναθε‐ ματισμο· Ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα τοῦ συγκεκράσθαι λέγειν ἀλλήλαις τὰς φύσεις, φυρμόν τε καὶ σύγχυσιν ὑπομεῖ‐
5ναι καὶ τροπήν, ὅσον καὶ αὐτὸς τοῦ δοξάζειν ὀρθῶς. Ἀλλ’ οὐδὲ λόγων διαφορὰν ἀνῃρήκαμεν· ἴσμεν γὰρ ὅτι οἱ μὲν γεγόνασι θεοπρεπῶς, οἱ δὲ ἀνθρωπίνως, καὶ οἱ μὲν τῇ ὑπερτάτῃ πρέπουσι δόξῃ, οἱ δέ εἰσι τοῖς τῆς κενώσεως μέτροις ἁρμοδιώτεροι. Χρῆναι δέ φαμεν αὐτοὺς οὐ προσώποις δυσὶν ἀλλήλων εἰς ἅπαν διῃρη‐
10μένοις ἀπονέμεσθαι δεῖν. ξβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν αὐτὸν Θεοδώρητον ἑρμηνείας τοῦ ἕκτου ἀναθεμα‐ τισμο· Ὅτι θεότητος μὲν ἕτερόν τι κατὰ φύσιν ἰδίαν ἐστίν, ἕτερον δ’ αὖ κατὰ φύσιν ἰδίαν ἐστὶν ἀνθρωπότης, πῶς
15ἂν ἐνδοιάσειέ τις; ξγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν αὐτὸν Θεοδώρητον ἑρμηνείας τοῦ ἑβδόμου ἀναθε‐ ματισμο· Αὐτὸς τοιγαροῦν ὁ εἷς καὶ μόνος Χριστὸς Ἰησοῦς δι’ ὀργάνου τοῦ ἰδίου σώματος ἐνήργηκε τὰς θεοσημείας.
20 ξδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν αὐτὸν Θεοδώρητον ἑρμηνείας τοῦ ιβʹ ἀναθεματισ‐ μο· Ἔστι μὲν ἀπαθὴς ὁμολογουμένως ἡ τοῦ Λόγου φύσις, καὶ τοῦτο οἶμαί ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές, οὐδ’ ἂν εἰς τοῦτο φρενοβλαβείας καθίκοιτό τις, ὡς τὴν ἀπόρρητον καὶ ὑπερ‐
25φυᾶ καὶ τοῦ δύνασθαί τι παθεῖν ἐπέκεινα φύσιν ἀσθενείαις ταῖς καθ’ ἡμᾶς ἐνισχῆσθαι λέγειν. Ἐπειδὴ δὲ ἦν τὸ παθεῖν τῷ
κόσμῳ σωτήριον, καὶ πάλιν τὸ παθεῖν ἀμήχανον ἦν εἰς ἰδίαν132

133

φύσιν τὸν ἐκ Θεοῦ φύντα Λόγον, μέτεισιν εὐτέχνως τῆς οἰκο‐ νομίας τὸ χρῆμα. Ἴδιον γὰρ ἐποιήσατο σῶμα τὸ παθεῖν δυνά‐ μενον, ἵνα τῷ παθεῖν πεφυκότι λέγοιτο παθεῖν, καίτοι μεμενηκὼς κατ’ ἰδίαν φύσιν ἀπαθὴς αὐτός. Ἐπειδὴ δὲ σαρκὶ πέπονθεν ἑκών,
5ταύτῃτοι τῶν ὅλων σωτήρ ἐστί τε καὶ ὀνομάζεται, ὡς γὰρ ὁ Παῦλός φησι· Χάριτι Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, μαρτυρήσει δὲ καὶ ὁ θεσπέσιος Πέτρος, σοφώτατα λέγων· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν, οὐ φύσει θεότητος μᾶλλον, ἀλλὰ σαρκί.
10 ξεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς μονάζοντας πρώτης ἐπιστολῆς, ἧς ἡ ἀρχ· Ἀφίκοντο μέν τινες· Ἡ μὲν θεόπνευστος γραφὴ σάρκα φησὶ γενέσθαι τὸν ἐκ Θεοῦ Λόγον, τουτέστιν ἑνωθῆναι σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν.
15 ξϛʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς· ἆρ’ οὖν, εἰπέ μοι, θεότητος μήτηρ γέγονεν ἡ ἁγία παρθένος; Καὶ πρός γε τοῦτό φαμεν ὅτι γεγέννηται μὲν ὁμολογουμένως ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Θεοῦ καὶ πατρὸς ὁ ζῶν τε καὶ ἐνυπόστατος τοῦ Θεοῦ Λόγος καὶ ἄναρ‐
20χον ἐν χρόνῳ τὴν ὕπαρξιν ἔχει, ἀεὶ συνεφεστηκὼς τῷ γεγεννη‐ κότι, ἐν αὐτῷ τε καὶ σὺν αὐτῷ ὑπάρχων καὶ νοούμενος· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, ἐπειδὴ γέγονεν σάρξ, τουτέστιν ἡνώθη σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν, γεγεννῆσθαι λέγεται καὶ σαρκικῶς διὰ γυναικός. Ἔοικε δέ πως τῷ καθ’ ἡμᾶς τόκῳ
25τὸ ἐπ’ αὐτῷ μυστήριον· αἱ μὲν γὰρ τῶν ἐπὶ γῆς μητέρες, ὑπηρε‐ τοῦσαι τῇ φύσει πρὸς γένεσιν, ἔχουσι μὲν ἐν μήτρᾳ πηγνυ‐
μένην κατὰ βραχὺ τὴν σάρκα, καὶ ἀφράστοις τισὶν ἐνεργείαις133

134

Θεοῦ προϊοῦσάν τε καὶ τελειουμένην εἰς εἶδος τὸ ἀνθρώπινον· ἐνίησι δὲ τῷ ζῴῳ τὸ πνεῦμα ὁ Θεὸς καθ’ ὃν οἶδε τρόπον. Πλάττει γὰρ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἕτερος δὲ σαρκὸς καὶ ὁμοίως ἕτερος ὁ ψυχῆς ἐστι λόγος.
5 ξζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Τίνα κέχρικεν ὁ Πατὴρ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ἤτοι τῷ ἁγίῳ Πνεύματι; Εἰ μὲν οὖν ἰδικῶς τὸν ἐξ αὐτοῦ καὶ μόνον γεννη‐ θέντα Θεὸν Λόγον, καὶ τοῦτο εἶναί φασιν ἀληθῶς, ἀγνοοῦσιν ὅπως καὶ τὴν τοῦ μονογενοῦς ἀδικοῦσι φύσιν καὶ τῆς μετὰ σαρ‐
10κὸς οἰκονομίας παρασημαίνουσι τὸ μυστήριον. Εἰ γὰρ κέχρισται τῷ ἁγίῳ Πνεύματι Θεὸς ὢν ὁ Λόγος,
19καὶ ἐν μορφῇ καὶ
20ἰσότητι τοῦ Πατρὸς ἐχρίετο καὶ ἡγιάζετο, φαίη τις ἂν ἴσως, ὡς ἁπό γε τοῦ πράγματος εἰς ἐξιτήλους ἐννοίας ἀπενηνεγμένος, ὅτι τάχα που καὶ αὐτὸς ὁ Πατὴρ δέοιτ’ ἂν ἁγιασμοῦ, μᾶλλον δὲ ἤδη καὶ μείζων αὐτοῦ πέφηνεν ὁ Υἱός, εἴπερ ἡγίασται μὲν αὐτός, ἴσος ὢν αὐτοῦ καὶ ἐν μορφῇ πρὸ ἁγιασμοῦ, ὁ δὲ ἀπομεμένηκεν
25ἐν οἷς ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται, οὔπω τὴν εἰς τὰ ἀμείνω134

135

λαβὼν ἐπίδοσιν, διά γε τοῦ ἡγιάσθαι καθ’ ὁμοιότητα τοῦ Υἱοῦ. Μεῖζον δὲ ἤδη καὶ ἀμφοῖν ὁρᾶται τὸ Πνεῦμα τὸ ἁγιάζον αὐτούς, εἴπερ ἐστὶν οὐκ ἐνδοίαστον ὡς ἁπάσης ἀντιλογίας δίχα τὸ ἔλατ‐ τον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ἀλλ’ ἔστι ταῦτα λῆρος καὶ
5τερθρεία καὶ ἀποπληξίας ἐγκλήματα. Ἁγία γάρ ἐστι κατὰ φύσιν ἡ ὁμοούσιος Τριάς, ἅγιος ὁ Πατήρ, ἅγιος δὲ καὶ ὁ Υἱὸς οὐσιωδῶς κατὰ τὸν ἴσον τρόπον, ὁμοίως δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκοῦν ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, οὐχ ἡγίασται κατὰ μόνας ὁ ἐκ Θεοῦ πατρὸς Λόγος.
10 ξηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Καὶ οὐ δήπου φαμέν, ὀρθὰ φρονεῖν ᾑρημένοι, σαρκὸς γενέσθαι πατέρα τὸν Θεόν, οὐδ’ αὖ πάλιν τὴν τῆς θεότητος φύσιν γεγεννῆσθαι διὰ γυναικός, οὔπω προσλαβοῦσαν τὸ ἀνθρώπινον, συνενεγκόντες δὲ μᾶλλον εἰς ἕνωσιν τόν τε ἐκ Θεοῦ
15φύντα Λόγον καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου τελείως ἄνθρωπον, ἕνα Χριστὸν Ἰησοῦν καὶ κύριον προσκυνήσομεν, οὔτε τῶν τῆς θεότητος ὅρων ἔξω τιθέντες διὰ τὴν σάρκα, οὔτε μὴν εἰς ἀνθρω‐ πότητα ψιλὴν καταβιβάζοντες διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Οὕτω νοήσεις τὸν ἐκ Θεοῦ φύντα Λόγον τὴν ἑκούσιον ὑπομεῖναι
20κένωσιν, οὕτω τεταπείνωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος, οὕτω σπέρματος Ἀβραὰμ ἐπελά‐ βετο καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκός. ξθʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Πρόδηλον οὖν ὅτι τὸ τῆς ἑνώσεως χρῆμα παραληφθὲν
25ἀναγκαίως ἴδιον υἱὸν ἀποφαίνει τοῦ Θεοῦ τὸν ἐκ τῆς ἁγίας παρ‐ θένου. Σῶμα γὰρ ἦν οὐχ ἑτέρου τινὸς τῶν καθ’ ἡμᾶς, ἴδιον δὲ μᾶλλον αὐτοῦ τοῦ ἐκ Θεοῦ πατρὸς ὄντος Λόγου τὸ γεννηθὲν ἐξ
αὐτῆς.135

136

οʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Φέρε γάρ, εἰ καὶ ἐφ’ ἡμῶν αὐτῶν ὁ τοῦ θανάτου πολυ‐ πραγμονοῖτο τρόπος, οὐχ ἁπαστισοῦν τῶν εὐφρονούντων ἐρεῖ τοῖς ἀπὸ γῆς σώμασιν οὐ συγκαταφθείρεσθαι τὰς ψυχάς; Ἀλλ’
5οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἐνδοίαστον· πλὴν ἀνθρώπου θάνατος τὸ συμβεβηκὸς ὀνομάζεται. Οὕτω νοήσεις καὶ ἐπ’ αὐτοῦ τοῦ Ἐμμανουήλ. Ἦν μὲν γὰρ ὁ Λόγος ὡς ἐν ἰδίῳ σώματι τῷ ἐκ γυναικός, ἐδίδου δὲ αὐτὸ τῷ θανάτῳ κατὰ καιρόν, πάσχων μὲν οὐδὲν εἰς ἰδίαν φύσιν αὐτός (ζωὴ γάρ ἐστι καὶ
10ζωοποιός). οαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Εἷς οὖν ὁ πάντων ἀξιώτερος τὴν ἰδίαν ὑπὲρ πάντων τέθεικε ψυχήν, καὶ συνεχώρει μὲν οἰκονομικῶς καταβιβάζεσθαι βραχὺ τῷ θανάτῳ τὴν σάρκα, κατήργηκε δὲ πάλιν αὐτόν, ὡς
15ζωὴ παθεῖν οὐκ ἀνεχομένη τὸ παρὰ φύσιν ἰδίαν, ἵνα καὶ ἐν τοῖς ἁπάντων ἀτονήσῃ σώμασιν ἡ φθορὰ καὶ τὸ τοῦ θανάτου παρα‐ λύοιτο κράτος. οβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς μονάζοντας δευτέρας ἐπιστολῆς, ἐν ᾗ ὑπομνηματίζει τὸ
20τῶν τριακοσίων δεκαοκτὼ σύμβολον, ἧς ἡ ἀρχ· Τὸ φιλομαθὲς καὶ φιλόπονον τῆς ὑμε‐ τέρας ἀγάπης· Ὁ σοφὸς Ἰωάννης σάρκα φησὶ γενέσθαι τὸν Λόγον· γέγονε δὲ σὰρξ οὐ κατὰ μετάστασιν ἢ τροπὴν ἢ ἀλλοίωσιν εἰς τὴν τῆς σαρκὸς φύσιν μεταβαλών, οὔτε μὴν
25φυρμὸν ἢ σύγκρασιν ἢ τὴν θρυλλουμένην παρά τισι συνουσίω‐ σιν ὑπομείνας (ἀμήχανον γάρ, ἐπείπερ ἐστὶ κατὰ φύσιν ἀτρέπ‐
τως τε καὶ ἀναλλοιώτως ἔχων), σάρκα δὲ μᾶλλον, ὡς ἔφην,136

137

ἐψυχωμένην ψυχῇ νοερᾷ ἐκ παρθενικοῦ καὶ ἀχράντου σώματος λαβὼν καὶ ἰδίαν αὐτὴν ποιησάμενος. Ἔθος δὲ τῇ θεοπνεύστῳ γραφῇ καὶ ἀπὸ μόνης ἔσθ’ ὅτε τῆς σαρκὸς ὅλον ἄνθρωπον ὑπο‐ δηλοῦν. Ἐκχεῶ γάρ, φησίν, ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν
5σάρκα. Οὐ γάρτοι σαρξὶν οὐκ ἐψυχωμέναις ψυχῇ νοερᾷ τὴν τοῦ Πνεύματος χάριν ἐνήσειν Θεὸς ἐπηγγέλλετο, ἀνθρώποις δὲ μᾶλλον τοῖς συνεστῶσιν ἐκ ψυχῆς καὶ σώματος. ογʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐνανθρωπή‐ σεως λόγου, οὗ ἡ ἀρχ· Αὐτὸς γὰρ ὑπάρχων
10τοῦ Θεοῦ καὶ πατρός· Καὶ οὐ δήπου φαμὲν τὸν τοῦ Θεοῦ Λόγον εἰς τὴν τῆς ἐπιγείου σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν εἰς τὴν αὐτοῦ τοῦ Λόγου σάρκα· φρενοβλαβείας γὰρ δοίην ἂν ἔγωγε τῆς ἐσχάτης νόσημα τουτί· ἑκατέρου δὲ ὥσπερ ἐν ἰδίῳ μένοντος ὅρῳ τε καὶ λόγῳ, τὴν εἰς ἄκρον τε καὶ ἀδιασπάστως
15ἔχουσαν εἰς ἑνότητα συνδρομὴν τὸ τῆς λεγομένης ἐνθάδε συμ‐ βάσεως ὄνομα δηλοῖ· Θεὸς γάρ ἐστιν ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός· οὔτε δὲ Θεὸν εἰπών, ἀνθρωπότητος ἀπαλλάξεις μετὰ τὴν ἕνωσιν, οὔτε μὴν ὀνομάσας ἄνθρωπον, τῶν τῆς θεότητος ἀποσο‐ βήσεις ἀξιωμάτων, εἴπερ ἕλοιο φρονεῖν ὀρθῶς.
20 οδʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς πρὸς Οὐαλεριανὸν ἐπιστολῆς ἐπίσκοπον Ἰκονίου, ἧς ἡ ἀρχ· Ἀπόχρη μέν, ὡς διάκειμαι, μᾶλ‐ λον δὲ καὶ ὡς ἔχει φύσεως τὸ ἀληθές· Ὁμολογουμένως μὲν τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ
25Θεός. Ἔστι δὲ κατὰ ταὐτὸν ἀμφότερα Χριστός, ὢν εἷς υἱὸς καὶ εἷς κύριος μετὰ τῆς ἰδίας αὐτοῦ σαρκός, οὐκ ἀψύχου,
μᾶλλον δέ, ὡς ἔφην, ἐψυχωμένης νοερῶς.137

138

οεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ἀπαθὴς μὲν οὖν ὁμολογουμένως, ὡς ἔφην, κατ’ ἰδίαν φύσιν ὁ τοῦ Θεοῦ Λόγος, λέγεται γοῦν σαρκὶ παθεῖν ὁ Χριστὸς κατὰ τὰς γραφάς· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι.
5 οϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ συνουσιασ‐ τῶν λόγου, οὗ ἡ ἀρχ· Ὁ μακρὸς ἡμῖν ἀρτίως πεποίηται λόγος· Ὅταν τοίνυν παραπαίωσί τινες, εἶτα τροπὴν τοῦ Λόγου φαντάζωνται τὴν εἰς αἷμά τε καὶ σάρκα, γελάσθωσαν ὡς ἐξεστηκότες καὶ δὴ λέγωμεν αὐτοῖς· ἐκνήψατε
10οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν, καὶ ὁποία μέν τίς ἐστιν ἡ τῆς σαρκὸς φύσις, βασανιζέσθω πρὸς ἡμῶν, ὁποία δὲ αὖ καὶ ἡ τοῦ πάντων ἐπέκεινα Θεοῦ, περιαθρεῖν σπουδάζετε. Ἀμέτρητόν τι γὰρ τὸ μεταξύ, καὶ τὸ συγκρίνειν ὅλως ἀποτολμᾶν οὐκ ἀνεύθυνον εἶναι φαίη τις ἂν εἰκότως. Ὁ μὲν γάρ ἐστι φύσει Θεὸς
15καὶ κύριος τῶν ὅλων, φῶς καὶ ζωὴ καὶ δόξα, δύναμίς τε πρὸς τούτοις, ἡ δὲ ὅπερ οἶδεν οὖσαν αὐτὴν καὶ ἁπαστισοῦν τῶν τελούντων ἐν ἀνθρώποις. Ὅταν τοίνυν μεταβολὴν γενέσθαι τοῦ Λόγου, τὴν εἰς τόδε τὸ γήϊνον σῶμα διισχυρίσωνταί τινες, ἤγουν ὅτι ἐκ τῆς ἑαυτοῦ οὐσίας σῶμα κατεσκεύασεν ἑαυτῷ τοῖς ἡμετέ‐
20ροις σώμασιν ὁμοφυές, Θεὸς ὢν ὁ Λόγος, ὁμολογείτωσαν πρότε‐ ρον ὡς ἀπέστη τοῦ εἶναι ὅ ἐστιν· ἦν δέ, ὡς ἔφην, Θεὸς καὶ δημιουργός, ζωὴ καὶ φῶς, δόξα τε καὶ δύναμις, διαβεβαιούσθω‐ σαν δὲ πρὸς τούτοις ὅτι τὸν τοῖς γεννητοῖς πρέποντα πάσχειν ὄλισθον οὐκ ἀλλότριον αὐτοῦ καὶ τὸ τοῖς χείροσιν ἢ ὅπερ
25ἐστὶν ὁμιλεῖν οὐκ ἀνεπιτήδευτον ἔχει. Οἶμαι δὲ δεῖν πολυπραγ‐ μονεῖσθαι πρὸς ἡμῶν τί τὸ εἰς τοῦτο κατωθῆσαν αὐτόν· ἆρά τις
ἀνάγκη καὶ πλεονεξία πάθους ἐνσκήψασα; Καίτοι πῶς οὐ φρενο‐138

139

βλαβείας ἀφ’ ἧς τὸ ὧδε ταῦτ’ ἔχειν οἴεσθαί τινας; Οὐ γάρ ἐστι τὸ μεῖζον αὐτοῦ καὶ τὴν αὐτοῦ φύσιν πλεονεκτῆσαι δυνά‐ μενον, ἐπεὶ πῶς ἐστιν ὁ Θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τῶν δυνάμεων κύριος; Ἀλλ’ οὐκ ἀνάγκῃ μέν, ἴσως ἐροῦσι,
5προαιρετικὴν δὲ τροπὴν καλέσαι πρὸς τοῦτο. Ἔστι δὲ τῶν ἀμηχάνων καὶ τοῦτο παθεῖν αὐτόν. Πῶς γὰρ ἡ θεία τε καὶ ἀκήρατος φύσις αἱρετὸν ἂν ἐποιήσατό τι τῶν οὐ πρεπόντων αὐτῇ; οζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
10Ἀλλ’ ἴσως ἐκεῖνο ἐροῦσιν ἀφραίνοντες ὡς μετέβαλε μὲν εἰς σάρκα Θεὸς ὢν ὁ Λόγος, πλὴν οὐχ ἅπας οὔτε μὴν ὅλος δι’ ὅλου· καίτοι πῶς οὐ τῆς ἐσχάτης ἐμβροντησίας γένοιτ’ ἂν ἀπόδειξις ἐναργής, τὸ ταῦθ’ οὕτως ἔχειν οἴεσθαί τε καὶ λέγειν; Πρῶτον μὲν γὰρ τὸ φάναι τολμᾶν ὡς οὐχ ἅπας οὔτε μὴν δι’
15ὅλου μετέβαλεν, ἤτοι τροπὴν ὑπέμεινε, μετρούντων ἐστὶν αὐτόν, ἀποφαινόντων δὲ καὶ πεποσωμένον καὶ ἀσώματον οὐκ ἔτι, δυνά‐ μενον δὲ ἤδη καὶ ἐν τόπῳ νοεῖσθαι λαβεῖν ἴσον τε γενέσθαι περιγραφῆς· εἶτα πρὸς τούτῳ κἀκεῖνο περινοεῖν πῶς οὐκ ἔδει τοὺς δι’ ἐναντίας ὡς ὑποκειμένου τῷ Λόγῳ σώματος ἑνός,
20ὅτου οὖν ὅπερ ἂν πάθοι μέρος, τοῦτο δὴ πάντως πείσεται καὶ τὸ πᾶν κατὰ τὸ ἐγχωροῦν· οὐ γὰρ ἂν ἑνὶ τῶν μορίων συνέβη τὸ παθεῖν, εἰ μὴ τοῦ παντὸς σώματος δεκτικὴ τοῦ παθεῖν ἡ φύσις ἦν. Οὐκ ἐπείπερ ἡμᾶς καὶ οὐχ ἑκόντας καταβιάζεται τῶν ἐννοιῶν ἡ βάσανος εἰς ἀνεθελήτους ἵεσθαι λόγους, συγγνώμονας
25γίνεσθαι παρακαλοῦντες τὸν τοῦ Θεοῦ Λόγον, ἐκεῖνό φαμεν, ὡς εἴπερ ἐστὶν ἀληθές, ὅτι τὸ εἶναί τι παρατροπῆς οὐκ ἔχει, οὔτε μὴν ἀνέφικτον αὐτῷ τὸ παθεῖν αὐτήν, διαβήσεταί που πάντως
καὶ εἰς αὐτὸν τὸν Πατέρα καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τῆς δυσφη‐139

140

μίας ἡ δύναμις· ὁμοουσία γάρ ἐστιν ἡ ἁγία καὶ ἄχραντος Τριάς. Εἶτα ποίαν ἔτι τὴν παρὰ Θεοῦ προσδοκῶμεν ἀσφάλειαν ἔν γε τοῖς καθ’ ἑαυτούς, εἰ καὶ αὐτὸς μεθ’ ἡμῶν ἀσθενεῖ καὶ τὸν ἐφ’ ἃ μὴ θέμις εἰπεῖν ὑφίσταται κλόνον; Καίτοι λέγοντος ἐναργῶς
5ἠκούσαμεν· ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι, ψάλλει δέ που καὶ ὁ θεσπέσιος μελῳδὸς ὅτι· ἔργα τῶν χειρῶν σοῦ εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί‐
10ψουσιν. Ἄθρει δὴ οὖν ὅτι μυστήρια λαλῶν ἐν Πνεύματι καὶ θεοδίδακτος ὤν, τῇ μὲν φύσει τῶν γεννητῶν προσέρριψε τὴν τροπήν, ὡς ἐν τάξει παραδείγματος ἤγουν ἀποδείξεων, παλαιω‐ θήσεσθαι λέγων τοὺς οὐρανούς, τετήρηκε δὲ τὸ ἄτρεπτον τῷ ἐπὶ πάντας Θεῷ· τὸ γὰρ εἶναί τε ἀεὶ καὶ ἀναλλοιώτως ἔχειν
15προσμεμαρτύρηκεν αὐτῷ. Ὥσπερ δὲ τῶν ἀμηχάνων εἶναι πεπί‐ στευται τὸ δύνασθαι μεταβαλεῖν τὴν τοῦ Λόγου φύσιν εἰς ὅπερ οὐκ ἦν, οὕτως οὐκ ἂν εἰς φύσιν θεότητος μεταχωρήσειν ἔτι τὸν γεννητόν, ἵνα μὴ πολλὰ τὰ ἀπὸ τῶν περὶ αὐτὴν ὁρῷτο συμβαί‐ νοντα, ἃ καὶ μέχρι μονῶν ἐννοιῶν ἐλάσαντα δυσαπόνιπτον ἂν
20ἔχοι τῆς δυσφημίας τὸ ἔγκλημα. Εἰ γὰρ ὅλως μεθίσταταί τι τῶν γεννητῶν εἰς θεότητα φυσικῶς, οὐκ ἄν τις ἁμάρτοι λογισμοῦ τοῦ εἰκότος, εἴπερ ἕλοιτο λέγειν καὶ οὐκ ἐξ οὐκ ὄντων ὑπάρχειν αὐτήν, καὶ ὕλην ὥσπερ τινὰ τοῦ εἶναι λαχεῖν τὸ οὐκ ὂν αὐτῆς, καὶ οὐσίας ἀσωμάτου τὸ σῶμα γενέσθαι σύστασιν, ἀοράτου τε καὶ
25ἀναφοῦς ἁπτήν τε καὶ ὁρατήν. Καὶ εἴπερ ἐστὶ ζωὴ κατὰ φύσιν ὡς ἐκ ζωῆς τοῦ Πατρὸς ὁ μονογενὴς αὐτοῦ Λόγος, εἰσεδέξατο δὲ κατὰ τροπὴν εἰς ὁμοουσιότητα, καθά φησι, τὸ ἐξ ἀνθρωπίνου φυράματος, πολὺ δὲ τὸ δέος μὴ ἄρα τις εἴποι καθαρῶς οὐκ εἶναι ζωὴν αὐτόν· οὐ γάρ ἐστιν ἀμιγὴς τοῦ φθείρεσθαι πεφυκό‐
30τος. Μάχεται δὲ καὶ ἑτέρως τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τῶν πεπλανημένων ἡ δόξα· καὶ τίνα τρόπον ἐροῦμεν· ἐπεφάνη γὰρ
ἡμῖν Θεὸς ὢν Κύριος, ἵνα τὴν καθ’ ἡμῶν τυραννήσασαν ἀνέλῃ140

141

φθοράν, οὐχ ἵνα φθορᾶς μέτοχον τὴν οἰκείαν αὐτὸς ἀποφήνῃ φύσιν ἀνακιρνῶν ἑαυτῷ τὴν τῷ θανάτῳ κάτοχον σάρκα. Ἰσοπαλὲς οὖν ἄρα τὸ κατηγόρημα, κἂν εἰ τὸν τοῦ Θεοῦ Λόγον εἰς σώματος φύσιν μετεστράφθαι τις λέγοι, κἂν εἴτε τὴν σάρκα
5μεταφῦναι πάλιν εἰς ὁμοουσιότητα πρὸς Θεόν. Ἀποφοιτᾶν οὖν ἄρα πρέποι ἂν ἡμᾶς τούτου τε κἀκείνου, εἴπερ ἐστὶν οὐκ ἀζήμιον τὸ ἑλέσθαι φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν. οηʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἐξ οὐρανοῦ καταβῆναι λέγεται καὶ ζωὴν διδόναι τῷ κόσμῳ
10διὰ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταφοιτήσαντα Λόγον, οὗ καὶ ἰδία γέγονε σάρξ. Οὐκοῦν θεία μέν, ὡς ἔφην, ἔστιν, οὐ μὴν ἔτι καὶ εἰς φύσιν θεότητος μεταβαλεῖν ὑποτοπῆσαί τις ἄν, εἴ γε νοῦν ἔχοι τὸν εὖ βεβηκότα καὶ δογματικῆς εὐτεχνίας ἐπιστή‐ μονα. Δεῖ γὰρ τῇ πάντων ἐπέκεινά τε καὶ ἀνωτάτω φύσει
15σῴζεσθαι καθαρῶς τὸ ἁπλοῦν καὶ ἀσυμμιγὲς ἑτέρῳ, καὶ τὸ μὴ συντίθεσθαι δοκεῖν ἔν γε τοῖς καθ’ ἑαυτήν, ἤγουν προσθήκης δεδεῆσθαί τινος καὶ ἀσυμφυοῦς αὐτῇ πράγματος, εἰς κοινωνίαν ἐλθεῖν τὴν ἐν ταὐτότητι φύσεως ἤγουν ὁμοουσιότητος. Φέρε γὰρ ἐξετάσωμεν ἰσχνῷ διανοίας ὄμματι τῶν συγχεόντων τὴν δόξαν.
20Τετράφθαι φασὶν οὐκ οἶδ’ ὅπως εἰς ὁμοουσιότητα τὴν πρὸς Θεὸν Λόγον σάρκα αὐτοῦ· ἆρα διὰ ποίαν αἰτίαν; Ἢ καὶ τίνος ὅλως εἰς τοῦτο αὐτὴν ἀποφέροντος; Οἴκοθεν μὲν γὰρ ὁρμὰς εἰς τοῦτο αὐτὴν διακομιζούσας οὐκ ἔχει, καὶ ἐκ φυσικῶν κινημάτων ἐφέσεις δέχεσθαι τοιαύτας ἀσύνηθες αὐτῇ. Λείπει δὴ λοιπὸν
25ἐκεῖνο εἰπεῖν, ὅτι τοῖς τοῦ Θεοῦ Λόγου νεύμασιν εἰς τοῦτο παρήχθη· ἆρ’ οὖν ἀπόβλητον ἐποιήσατο τὴν οἰκονομίαν, ἣν δήπου παντὸς ἀξιώσας ὁρᾶται λόγου, διὰ τὴν ἐνοῦσαν αὐτῷ
γαληνότητα καὶ τὸ τῷ φύσαντι δοκοῦν; Ἔστι γὰρ ἀκοῦσαι141

142

λέγοντος ἐναργῶς διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, σῶμα δὲ κατηρτίσω μοι· τότε εἶπον· ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· τοῦ ποιῆσαι
5ὁ Θεὸς τὸ θέλημά σου ἐβουλήθην. Οὐκοῦν αἱ θυσίαι μὲν ἦσαν αἱ κατά γέ φημι τὸν Μωυσέως νόμον ἀνεθέλητοι μὲν τῷ πατρί, αἱρετὴ δὲ μᾶλλον ἡ τοῦ Λόγου σάρκωσις ἤγουν ἡ ἐνανθρώπησις, ἅτε δὴ τὴν διὰ πίστεως χάριν εἰσκομίζουσα τοῖς ὑπ’ οὐρανόν, φιλανθρωπίας τε καὶ ἡμερότητος θεοπρεποῦς καὶ τεθαυμασμένην
10ποιουμένης τὴν ἔνδειξιν. Ποῖον ἂν ἔχοι λόγον τὸ φάναι τολμᾶν ὡς ἀπόβλητον ἐποιήσατο, καθάπερ ἔφην ἀρτίως, τὴν οὕτω σεπτὴν καὶ σωτήριον οἰκονομίαν, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἀπέθετο τοῦ εἶναι σάρξ, μεταβαλὼν αὐτὴν εἰς φύσιν θεότητος, καίτοι γέγραφεν ἐναργῶς ὁ πάνσοφος Παῦλος περὶ τοῦ ἁγίου σώμα‐
15τος αὐτοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Εἰ δὲ τὸ ἐν ᾧ πέπονθεν ἀναιρήσομεν, συνοιχήσεται πάντως αὐτῷ καὶ τῆς δοθείσης ἡμῖν ἐπικουρίας ὁ τρόπος· τὸ γὰρ μεταφῦναι τὴν σάρκα λέγειν εἰς οὐσίαν θεότητος, ἀναιρούν‐ των ἐστὶν αὐτῆς τὸ εἶναι ὅ ἐστιν, οὗ παραδεχθέντος εἰς ἀλή‐
20θειαν, οὔτε σὰρξ ἔτι νοοῖτ’ ἂν ἢ λέγοιτο, ἐπεὶ τί τὸ χρῆμα τῆς μεταβολῆς, εἰ μεμένηκεν ὅπερ ἦν; Ποία τοίνυν ὄνησις τοῖς ἡμε‐ τέροις σώμασιν, ἢ ἀπό γε τοῦ μετασχεῖν τῆς μυστικῆς καὶ ἁγίας δωροφορίας; Ἢ τί τὸ ἐντεῦθεν χρήσιμον; Εἰ γὰρ μεταπλάττειν ἤθελεν αὐτὴν εἰς τὴν ἑαυτοῦ φύσιν ὁ ἑνωθεὶς αὐτῇ Λόγος, ἀνθ’
25ὅτου πρὸς ἡμᾶς εὑρίσκεται λέγων· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ πάλιν· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων
μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. Οὐκοῦν εἰ μεταπεφοί‐142

143

τηκεν ἡ σὰρξ εἰς ὅπερ οὐκ ἦν, τοῖς ὑπὲρ φύσιν ἰδίαν ἐπιπηδή‐ σασα ἤγουν ἀνακομισθεῖσα τῇ τοῦ Λόγου θελήσει, καιρὸς ὡς ἔοικε καὶ ἡμᾶς αὐτοὺς ἕτερον τρόπον ποιεῖσθαι τοῦ μυστη‐ ρίου τὴν δύναμιν, καὶ τοῖς αὐτῷ δοκοῦσιν ἀκολουθεῖν.
5 οθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὐκοῦν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὁμολογίαν ἔχεις, ἀφ’ ἧς καὶ ἀληθινὴ ἡ πίστις. Εἰ δὲ καθά φασιν οἱ δι’ ἐναντίας, ἀπεδύσατο τὴν σάρκα, μεταβαλὼν αὐτὴν εἰς ἰδίαν φύσιν, ὁ ἑνωθεὶς αὐτῇ Λόγος, συμπεπαύσεται κατὰ τὸ εἰκὸς ἡ μεταβολὴ
10τῆς σαρκὸς καὶ τῆς σωτηριώδους πίστεως ἡμῶν ἡ ὁμολογία, συγκατέληξε δὲ πάντως αὐτῇ καὶ ἡ δι’ αὐτῆς δικαίωσις, ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἀναπόβλητος ἡμῖν ἐστι τῶν ἀρχαίων αἰτιαμάτων ὁ ῥύπος. πʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
15Εἰ πέπαυται τοῦ καθ’ ἡμᾶς εἶναι τουτέστιν ἄνθρωπος, μετὰ τοῦ καὶ ὑπὲρ ἡμᾶς θεϊκῶς, σεσάλευται τῆς σωτηρίας ἡμῶν ὁ θεμέ‐ λιος, ὑπενοστήσαμεν κατὰ τὸ εἰκὸς εἴς γε τὸ δεῖν τυραννεῖσθαι πάλιν θανάτῳ καὶ ἁμαρτίαις. Ὥσπερ γὰρ οἰκίας τυχὸν ἢ τείχους τῶν κατωτάτων βάθρων σεσαλευμένων, συνιζήσει πάντως αὐτοῖς
20καὶ τὰ ἐπερηρεισμένα· οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς οὐκ ἀραρότως ἐχούσης, συγκατεδυνήθη πάντως τὰ καθ’ ἡμᾶς καὶ κατηρρώστησε τὸ λυποῦν· καὶ τίνα τρόπον ἐροῦμεν· εἰ γὰρ εἰς φύσιν θεότητος μετατετράφθαι φασὶ τὴν τοῦ Λόγου σάρκα, πᾶσά πως ἀνάγκη νοεῖν ὡς ἀποπεφοίτηκεν
25ἀλλοτρόπως τοῦ εἶναι θέλειν υἱὸς ἀνθρώπου. Εἶτα πῶς ὁ πάνσο‐ φος Παῦλος· εἷς γὰρ Θεός, φησίν, εἷς καὶ μεσίτης Θεοῦ καὶ
ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον143

144

ὑπὲρ ἡμῶν. Μεσιτεύει γὰρ ὡς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός, καταλλάττων ἡμᾶς τῷ Θεῷ καὶ πατρὶ δι’ ἑαυτοῦ τε καὶ ἐν αὐτῷ, καὶ συνείρων ὥσπερ εἰς ἕνωσιν τὰ τοῖς τῆς φύσεως λόγοις ἀμέτρῳ διαφορᾷ πρὸς ἑτερότητα διενηνεγμένα, ἀλλ’ ἦν
5ἐν Χριστῷ συνδεδραμηκότα πρὸς ἕνωσιν ἀσύγχυτόν τε καὶ ἀδιάσπαστον. Συνῆπται μὲν γὰρ θεϊκῶς τῷ Πατρί, συνήφθη δὲ καὶ ἡμῖν ἀνθρωπίνως· οὕτως νοεῖται καὶ ἔστι μεσίτης ἡμῶν ἄνθρωπος Ἰησοῦς Χριστός. Εἰ δὲ γέγονεν ἀληθῶς ἀπόβλητος αὐτῷ, καθά φησιν, ἡ σάρξ, ἀπέστη πάντως καὶ τοῦ μεσιτεύειν
10ἡμᾶς καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα· πῶς οὖν ἔτι πρόσιμεν αὐτῷ, τίνος ἔτι προσάγοντος ἤγουν μεσιτεύοντος; Ἄνθρωπον γὰρ εἶναι τὸν μεσίτην ὁ θεσπέσιος ἔφη Παῦλος· μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. Ὕθλος οὖν ἄρα καὶ ἀποπληξίας γέμοντες λόγοι,
15τὰ τῶν συνουσιαστῶν εὑρήματα. παʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἆρά γε ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Φέρε γὰρ ἐρώμεθα τοὺς δι’ ἐναντίας, ὁποίαν ἄρα τὴν πίστιν παρά γε τοῖς οὖσιν ἐπὶ τῆς γῆς εὑρεθῆναι βούλεται
20καθιγμένος ἐξ οὐρανῶν ὁ υἱὸς τοῦ ἀνθρώπου; Ἢ καὶ τίνα τρόπον ἡμᾶς πρέποι ἂν διακεῖσθαι περὶ αὐτοῦ; Ἆρ’ ὡς ἀπέστη τοῦ εἶναι θέλειν υἱὸν ἀνθρώπου, ἤγουν ὅτι μεμένηκεν ἐν ὁμοιώ‐ σει τῇ πρὸς ἡμᾶς; Καίτοι πῶς ἂν ἐνδοιάσειέ τις, ὡς εἴπερ ἦν ἀπᾷδον αὐτῷ τὸ ὑπάρχειν ἔτι νοεῖσθαι καθ’ ἡμᾶς, πῶς ἦν ἀκό‐
25λουθον εἰπεῖν· ἆρά γε ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; Καὶ οὐχὶ δὴ μᾶλλον· ἆρά γε ἐλθὼν γυμνός τε καὶ ἄσαρκος ὁ τοῦ Θεοῦ Λόγος τοιαύτην ἐφ’ ἑαυτῷ τὴν πίστιν
εὑρήσει παρὰ τοῖς ἐπὶ τῆς γῆς; Ἐπειδὴ δὲ σαφῶς τε καὶ ἐναργῶς144

145

υἱὸν ἑαυτὸν ἀνθρώπου φησὶ καὶ κατά γε τὸν τῆς ἐξ οὐρανῶν ἀφίξεως καιρόν, δῆλος ἂν εἴη δήπουθεν οὐ μεταβαλὼν εἰς ἕτερόν τι τὴν σάρκα, δεδοξασμένην δὲ μᾶλλον ἔχων αὐτήν, ἄφθαρτόν τε καὶ ἄμωμον καὶ ἀπροσίτῳ φωτὶ διαπρέπουσαν· καταβήσεται
5γὰρ ἐξ οὐρανῶν οὐκ ἔν γε τῇ πρώτῃ σμικροπρεπείᾳ· πόθεν; πβʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Εἰ μεταβαλούσης αὐτοῦ τῆς σαρκὸς εἰς τὴν τῆς θεότητος φύσιν, ἀπέστη τοῦ εἶναι καὶ υἱὸς ἀνθρώπου, σαφὲς ἂν γένοιτο παντὶ τὸ λοιπὸν ὅτι τῆς υἱοθεσίας τὸ καύχημα καὶ ἡμεῖς ἀποβεβλή‐
10καμεν, ὡς οὐκ ἔχοντες ἔτι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. πγʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὐκ εἰς φύσιν τῆς θεότητος τὴν ἀτρέπτως τε καὶ ἀσυγχύτως σάρ‐ κα μεταστοιχειώσας ὁρᾶται, δόξῃ δὲ μᾶλλον ἰδίᾳ καταφαιδρύνας αὐτὴν νοοῖτ’ ἂν εἰκότως καὶ θεοπρεπῶν ἐμπλήσας ἀξιωμάτων·
15οὕτω κατὰ καιροὺς ὀφθήσεται τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ὑπονο‐ στήσας ἐξ οὐρανοῦ. Καὶ γοῦν ὅτε τῆς μετὰ σαρκὸς οἰκονομίας διαπεράνας εὖ μάλα τὸ μυστήριον ἀναπεφοίτηκεν εἰς τὸν οὐρα‐ νόν, εἰ καὶ κατὰ τὸ χρῆμα κατατεθήπεσαν οἱ τοῦτο θεασάμενοι (νεφέλη γὰρ ὑπέλαβεν αὐτόν, καθὰ γέγραπται), τότε τοῖς
20τεθαυμακόσι προσπεφώνηκέ τις τῶν ἁγίων ἀγγέλων· ἄνδρες γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἆρ’ οὖν οἱ πρὸς οὓς ὁ λόγος, ἄσαρκον αὐτὸν
25τεθέανται Λόγον ἀναφοιτῶντα πρὸς τὸν Πατέρα; Ἤγουν ἀπο‐ βεβληκότα τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ οὐκ ὄντα μὲν ἐν ἁπτῷ
τε καὶ ὁρατῷ σώματι, μετεσκευασμένον δὲ μᾶλλον εἰς ἀναφῆ τε145

146

καὶ ἀόρατον; Εἶτα τίς ὁ φάναι τοῦτο τολμῶν; Εἰ δὲ οὕτως ἐλεύσε‐ ται καθὰ καὶ ἀνέβη, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς ἥξει δὴ πάλιν ἐνσώματος καὶ οὐ γυμνὸς καὶ ἄσαρκος Λόγος; πδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
5Γέγραφε περὶ Χριστοῦ ὁ πάνσοφος Παῦλος· ὃς μετασχηματίσειε τὸ σῶμα τῆς ταπεινώσεως ἡμῖν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Εἶτα τί πρὸς τοῦτο φαῖεν ἂν οἱ μεταβαλεῖν λέγον‐ τες εἰς τὴν τοῦ Λόγου φύσιν τὴν σάρκα αὐτοῦ; Ἆρα καὶ τὰ τῶν ἁγίων σώματα μετοιχήσονται κατὰ τροπὴν εἰς φύσιν θεότη‐
10τος, ἵνα καὶ σύμμορφα γενήσεται τῷ σώματι τῆς δόξης αὐτοῦ; Καίτοι πῶς οὐ ψυχρολογία αὕτη τῆς ἐσχάτης ἀμαθίας ἔμπλεως; Μεταβαλούσης γὰρ ὅλως, καθά φασι, τῆς σαρκὸς εἰς φύσιν θεότητος, ποίῳ γε χρήσεται σώματι Θεὸς ὢν ὁ Λόγος; Ἀσώμα‐ τον γάρ τι χρῆμα θεότης, καὶ ἀληθὲς ὅτι Θεὸν οὐδεὶς ἑώρακε
15πώποτε. πεʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἀλλ’ ἴσως ἐροῦσιν οὐκ ἀποφοιτῆσαι μὲν ὁλοτρόπως τὴν σάρκα τοῦ εἶναι ὃ ἦν, ἀνακραθῆναι δὲ ὥσπερ τῷ Θεῷ Λόγῳ πρὸς ἑνότητα φυσικήν. Καὶ τί πρὸς τοῦτό φαμεν; Μάλιστα μέν, ὦ οὗτοι,
20πάμπολυ τὸ ἀμήχανον ἀρρωστήσειε δ’ ἂν ὁ ἐπὶ τῷδε λόγος, εἰ τὸ ἀτρέπτως εἶναι καὶ ὑπάρχειν ἀμεταβλήτως τῇ τοῦ Λόγου φύσει τηρεῖν ἐγνώκατε· μεταβάλοι γὰρ ἂν ἥκιστά γε πρὸς ὅπερ οὐκ ἦν, ἤγουν σεσάλευται τοῦτο παθὼν τῆς θεοπρεποῦς ἑδραιό‐ τητος καὶ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀσφαλείας, ἢ καὶ ὅπως
25ἂν ὀνομάσειέ τις. Οἶμαι δὲ εἶναι σοφὸν καὶ τὸ δὴ δεῖν κατ’ οὐδένα δύνασθαι τρόπον ἐννοεῖν εἰς τὴν τῆς θεότητος φύσιν ἀναμεῖναί τι τῶν γεγονότων· ἀμήχανον γὰρ ὁμοίως καὶ τοῦτο. Πλὴν εἰ εὐποροῦσι παραδειγμάτων ἀναπεῖσαι δυναμένων ὡς
ἐν συγκράσει καὶ μίξει τῶν ὠνομασμένων τὸ ἑκατέρῳ προσὸν146

147

ἰδίωμα τῆς ἑτέρου ποιότητος ἀμέτοχον ἔσται παντελῶς, παρακο‐ μιζόντων εἰς μέσον· ἀδικῆσαι γὰρ τοῦτό φαμεν τὸ σύμπαν οὐδὲν τῆς ἀληθείας τὴν δύναμιν τὸ τῆς συγκράσεως ὄνομα. Εἰ δὲ ὡς ἐν τάξει τῶν ὑγρῶν ἀναμεμίχθαι φασὶν ἀλλήλοις σάρκα τε
5καὶ Λόγον, πῶς ἠγνόησαν ὅτι τὰ ἀλλήλοις ἀνακιρνάμενα τῶν ὑγρῶν, οἶνος φέρε εἰπεῖν καὶ μέλι, ὃ μὲν ἦσάν εἰσι καθαρῶς οὐκέτι, προσλήψει δὲ μᾶλλον τῆς ἑτεροειδοῦς ποιότητος εἰς ἕτερόν τι μεθίσταται. Οὐκοῦν εἰ συγκεκρᾶσθαι φασὶ τῷ Λόγῳ τὴν σάρκα, πᾶσά πως ἀνάγκη λέγειν ἑκάτερον τῶν ὠνομασμέ‐
10νων ἀποστῆναι μὲν τοῦ εἶναι ὃ ἦν, ἓν δέ τι τὸ ἐξ ἀμφοῖν ἀποτε‐ λέσαι μέσον ἑτεροφυές που πάντως ἢ ὅπερ ἦν ἑκάτερον ἀνὰ μέρος καὶ ἀσυμμιγὲς ὂν ἔτι θατέρῳ θάτερον. Εἶτα ποῖον ἂν ἔχοι τὸ χρῆμα λόγον; Πυθοίμην δ’ ἂν ἥδιστα τῶν δι’ ἐναντίας ὅποι ποτὲ ἄρα προελθεῖν, ἐπειδή φασι τὴν τοῦ Θεοῦ φύσιν ὡς
15ἀπό γε τοῦ νῦν κεκρᾶσθαι σαρκί· ἐν ταὐτότητι γὰρ οὐ μεμένη‐ κεν, εἴπερ ἐστὶν ἀληθὲς ὥσπερ εἴρηται τοῦτο αὐτῶν ἡ μίξις· ἢ τοίνυν πρὸς τὰ βελτίω τὴν ἐπίδοσιν ἔχειν ἐροῦσιν αὐτόν, ἤγουν τὴν εἰς τὰ αἰσχίω κάθεσιν κατά γε τὸν ἐοικότα τοῖς πράγμασι νοῦν. Εἰ μὲν οὖν ἀπεφάνθαι φασὶν αὐτὸν ἑαυτοῦ
20κρείττονα, τὴν ἀμείνω ψῆφον ἐκνενομίκασι τῇ σαρκί, δι’ ἣν ἐπὶ τὸ ὑπερκείμενον ἀναπηδήσας ὁρᾶται. Εἰ δὲ τοῦτο μὲν οὐχί, καθικέσθαι δὲ μᾶλλον ἐπὶ τὸ μεῖον, ἠδίκησεν ἄρα καὶ αὐτὸν ἡ σὰρξ καθὰ καὶ ἡμᾶς αὐτούς, καίτοι καθεῖναί φαμεν ἑαυτὸν εἰς κένωσιν καὶ τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν, οὐχ ἵνα τι
25παθὼν αὐτὸς εἰς ἰδίαν ὁρῷτο φύσιν, ἀλλ’ ἵνα ἡμᾶς τοὺς ἐν σαρκὶ καὶ αἵματι σαρκὸς ἀποφήνῃ κρείττονας καὶ τῶν τῆς ἀνθρωπότη‐ τος μέτρων ἐπέκεινα εἰς υἱοὺς ἀποφήνῃ Θεοῦ. Εἰ δὲ καθά φασιν οἱ διεστραμμένοι συγκέκραται τῇ σαρκί, παρενεχθεὶς εἰς ὅπερ οὐκ ἦν, πῶς οὐκ ἠδικῆσθαί φασιν αὐτὸν ἐννοεῖν, οὐκ ἔχων
30τάχα που καὶ αὐτὸ τὸ εἶναι μορφὴ τοῦ Πατρός; Εἰκών τε καὶ147

148

χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ προσαποβαλὼν εὑρίσκεται, καὶ ἐν ἰσότητι μὲν οὐκέτι τῇ πρὸς αὐτόν, ἐν ὑφέσει δὲ μᾶλλον καὶ ὑποβιβασμῷ φύσεώς τε καὶ δόξης. πϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
5Ἦν μὲν οὖν χαλεπὸν οὐδέν, πλεῖστά τε ὅσα καὶ ἀπηχῆ τοῖς εἰρη‐ μένοις ἐπενεγκεῖν· χρῆναι δὲ οἶμαι τῶν εἰς ἀτοπίαν ἐννοιῶν ἀποφέρεσθαι φιλεῖν. Παραιτητέον οὖν ἄρα τὴν σύγκρασιν, παρελάσομεν γὰρ οὕτω καὶ τὰ ἐντεῦθεν βλάβη. Παρεισκρίνε‐ ται δέ τις καὶ ἕτερος αὐτοῖς, καθά φασι, περὶ τούτων λόγος.
10Ὁ γάρτοι θεσπέσιος Παῦλος εὑρίσκεται γεγραφώς· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Οὐκοῦν εἰ μὴ κατὰ σάρκα Χριστὸν γινώσκετε, φασί, μεταβάλ‐ λειν ἀνάγκη τὴν σάρκα λέγειν εἰς τὴν ἑαυτοῦ τοῦ Λόγου φύσιν, ἵνα ὡς Θεὸς γινώσκηται. Φαίη δ’ ἂν οἶμαί τις πρὸς τοῦτο
15εὐθύς· ἆρ’ οὖν ἡνίκα ἂν λέγῃ καὶ περὶ ἡμῶν· οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται, ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, γυμνοὺς ἡμᾶς οἶδεν ὄντας σαρκὸς καὶ αἵματος; Ἆρα πνεύμασιν ἀσωμάτοις τὰ τοιάδε προσλαλεῖ; Καίτοι πῶς οὐ τερθρείαν τοῦτό γε νοεῖν ἢ φράσαι; Οὐκοῦν ἐφ’ ἡμῶν μὲν σάρκα
20φησὶ τὰ τῆς σαρκὸς ἔκτοπά τε καὶ οὐκ ἀνεπίπληκτα πάθη· ἐπὶ δέ γε τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, πανάγνου τε ὄντος καὶ τὸ πλημμελεῖν οὐκ εἰδότος (οὐ γὰρ ἐποίησεν ἁμαρ‐ τίαν), ἑτεροτρόπως ἂν τὸ κατὰ σάρκα νοεῖσθαι πρέπει, οὐ γάρ ἐστιν ἐν ἀσθενείαις ἔτι σαρκικαῖς.
25 πζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Νενήστευκε γοῦν καὶ ἐπείνασε καὶ κέκμηκεν ἐκ μακρᾶς ὁδοι‐
πορίας, ἔτι τε πρὸς τούτοις ἐσταυρώθη τε καὶ ἀπέθανε. Συν‐148

149

δέδωκε δὲ ταῦτα παθεῖν αὐτὸν οὐ φύσει θεότητος (πέρα γὰρ τοῦ παθεῖν ἡ θεία τε καὶ ὑπερτάτη φύσις νοεῖται), ἀλλ’ ἰδίᾳ μᾶλλον σαρκί· ἐπειδὴ δὲ ἀνεβίω πατήσας τὸν θάνατον, ἀνασ‐ τοιχειώσας τε τὴν ἀνθρώπου φύσιν ἐν ἑαυτῷ πρὸς ἀφθαρσίαν καὶ
5ζωήν, καὶ σαρκικῆς ἀσθενείας εἰς ἅπαν ἠμοιρηκὼς ὁρᾶται λοιπόν· ταύτῃτοι καὶ μάλα εἰκός, οὐκέτι κατὰ σάρκα γινώσκεσθαί φησιν αὐτόν, τουτέστιν ἐν σαρκικαῖς ἀσθενείαις, ὁ τῶν αὐτοῦ μυστη‐ ρίων ἱερουργός. πηʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
10Γευσάμενος δὲ τοῦ θανάτου σαρκὶ δι’ ἡμᾶς, ἀνέβη πάλιν ἐνσώ‐ ματος, καὶ γοῦν αὐτὸ δὴ τουτὶ τοῖς Ἰουδαίων δήμοις προκατα‐ μεμήνυκε λέγων· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἐγήγερται γὰρ τὸ λυθέν, λελύσθαι γε μὴν τὴν σάρκα φαμὲν καὶ οὐ τὴν τοῦ Λόγου φύσιν· ἀμήχανον γάρ.
15 πθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Αὐτοῦ τοιγαροῦν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ πληροφο‐ ροῦντος τοὺς ἀποστόλους ὡς ἐκ νεκρῶν ἀνεβίω, σάρκα τε καὶ πόδας καὶ χεῖρας ἔχων, διειπόντος τε σαφῶς ὅτι μὴ πνεῦμά ἐστι, πῶς ἂν ἐνδοιάσειέ τις ὡς οὐ μετέβαλεν ἡ σὰρξ εἰς φύσιν θεότη‐
20τος, οὔτε πρὸ τοῦ τιμίου σταυροῦ (σαρκὶ γὰρ πέπονθεν ἑκών), οὔτε μὴν ὅτε πατήσας τὸν θάνατον τριήμερος ἀνεβίω, ὤφθη τε οὕτως τοῖς ἑαυτοῦ μαθηταῖς; ϟʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Τίς τῶν ἁγίων προφητῶν τὰ οὕτως σκληρὰ καὶ δυσέφικτα καὶ
25ἀμήχανα προαναφωνήσας ὁρᾶται; Τίς τῶν ἁγίων ἀποστόλων ἢ εὐαγγελιστῶν τοὺς περί γε τούτων αὐτοῖς ἐποιήσατο λόγους;
Οὐδεὶς παντελῶς. Αἰσχυνέσθωσαν τοίνυν τὰ ἀπὸ καρδίας αὐτῶν149

150

λαλοῦντες καὶ οὐκ ἀπὸ στόματος κυρίου, καθὰ γέγραπται. Ἡμεῖς γὰρ οἷς ὀρθότητος μέλει, καὶ διὰ σπουδῆς τέθειται πολλῆς τὸ ταῖς τῶν ἁγίων πατέρων εὐθυεπείαις ἐπείγεσθαι κατακολουθεῖν, οὐ ταῖς τινων ἀθυροστομίαις καὶ ἀσυνέτοις κενο‐
5φωνίαις προσκείμενοι, φρονήσομεν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλ’ εὐθὺ τῆς ἀληθείας ἰόντες πανταχοῦ, καὶ τῶν ἱερῶν γραμμάτων ἐπίμεστον ἔχοντες τὸν νοῦν, καὶ ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ τοῦ κυρίου τὴν σάρκα καὶ πιστεύομεν αὐτὴν θείαν μὲν εἶναι καὶ ἀμώμητον καὶ δεδοξασμένην, καὶ πρός γε τούτῳ ζωοποιόν τε
10καὶ ἁγιαστικήν, ἅτε δὴ καὶ ἰδίαν γενομένην τοῦ ἐκ Θεοῦ πατρὸς ὄντος Λόγου καὶ οὐχ ἑτέρου τινὸς παρ’ αὐτὸν Υἱοῦ καθὰ φρονεῖν ἔδοξέ τισιν, οὐ μὴν ἔτι καὶ μεταβαλεῖν εἰς φύσιν θεότητος δια‐ βεβαιούμεθα. ϟαʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς ἑρμη‐
15νείας τῆς εἰς τὸν Ἀβραὰμ καὶ τὸν Μελχισεδέκ, ἧς ἡ ἀρχ· Νόμον μὲν εἰς βοήθειαν ἔδωκεν ὁ τῶν ὅλων Θεός· Ἀλλὰ φέρε λέγωμεν τὰ ἐπὶ Κύρῳ σαφῶς, μεταπλάττοντες ἀστείως εἰς τὸ Χριστοῦ μυστήριον τὰ δι’ ἐκείνου κατωρθωμένα. Γέγονε τοίνυν ὁ Κῦρος μητρὸς μὲν
20Μανδάνης τῆς Ἀστυάγους θυγατρὸς τοῦ Μήδων ἐξάρχοντος· πατρὸς δὲ Καμβύσου, πέρσου μὲν τὸ γένος, ἐπιεικοῦς δὲ λίαν τοὺς τρόπους. Ὅθεν τινὲς τῶν ἀρχαιοτέρων ἡμίονόν τε καὶ ἑτεροφυᾶ τὸν Κῦρον ὠνόμαζον, διά γε τὸ πατρὸς οἶμαι καὶ μητρὸς εἰς γένος εἶναι διαφοράν. Πέρσαι γὰρ παρὰ Μήδοις
25ἔθνος ἕτερον. Ἴδοις δ’ ἄν τι τοιοῦτον καὶ ἐπὶ Χριστοῦ· μητρὸς γὰρ γέγονε κατὰ σάρκα τῆς ἁγίας παρθένου καθ’ ἡμᾶς οὔσης καὶ ἀνθρώπου τῇ φύσει, πατρὸς δὲ τῶν καθ’ ἡμᾶς οὐδενός, ἀλλ’ ἵν’ οὕτως εἴπωμεν, ἑτεροφυοῦς εἰς ἅπαν καὶ ἀνῳκισμένου
τὴν φύσιν.150

151

ϟβʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῶν σχο‐ λίων, ὧν ἐστι τὸ προοίμιον τόδε· Τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε μὴν τήν τινος οὐσίαν, ὅ τί ποτέ ἐστι σημαίνει, καθάπερ ἀμέλει καὶ τὸ ἄνθρωπος ἢ ἵππος ἢ
5βοῦς, πράγματος δὲ μᾶλλον ἐνεργουμένου περί τινα ποιεῖται δήλωσιν. ϟγʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Ἐπειδὴ γὰρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν βεβασίλευκε κατὰ πάντων ἡ ἁμαρτία, εἶτα τῆς ἀνθρωπότητος ἀπέπτη τὸ Πνεῦμα
10τὸ ἅγιον καὶ γέγονε ταύτης ἕνεκα τῆς αἰτίας ἐν παντὶ κακῷ, ἔδει δὲ πάλιν ἐλέῳ Θεοῦ πρὸς τὸ ἐν ἀρχαῖς ἀναβαίνουσαν ἀξιωθῆναι τοῦ Πνεύματος, ἐνηνθρώπησεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὤφθη τε τοῖς ἐπὶ γῆς μετὰ γηΐνου σώματος, εἶτα γέγονεν ἁμαρ‐ τίας ἐλεύθερος, ἵνα ἐν αὐτῷ τε καὶ μόνῳ τοῖς τῆς ἀναμαρτησίας
15αὐχήμασιν ἡ ἀνθρώπου φύσις στεφανουμένη, καταπλουτήσῃ τὸ Πνεῦμα τὸ ἅγιον, ἀναμορφωθείη τε οὕτω πρὸς Θεὸν δι’ ἁγιασ‐ μοῦ. Διαβαίνει γὰρ οὕτως καὶ εἰς ἡμᾶς ἡ χάρις, ἀρχὴν λαβοῦσα Χριστὸν τὸν ἐν ἡμῖν πρωτότοκον. ϟδʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων·
20Κέχρισται τοίνυν ἀνθρωπίνως καθ’ ἡμᾶς ὁ Υἱὸς τοῖς τῆς ἀνα‐ μαρτησίας ἐπαίνοις, ὡς ἔφην, ἐκλελαμπρυσμένης ἐν αὐτῷ τῆς ἀνθρώπου φύσεως, ἀξίας τε ἤδη γεγενημένης τοῦ χρῆναι μετα‐ λαχεῖν τοῦ ἁγίου Πνεύματος, οὐκ ἀποφοιτῶντος ἔτι καθὰ καὶ ἐν ἀρχαῖς, ἐμφιλοχωροῦντος δὲ μᾶλλον ἐν αὐτῇ. Ταύτῃτοι καὶ
25γέγραπται ὅτι κατέπτη μὲν ἐπὶ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον,
μεμένηκε δὲ ἐπ’ αὐτόν. Λέγεται τοίνυν Χριστὸς ὁ τοῦ Θεοῦ151

152

Λόγος ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς ἄνθρωπος καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ χριόμενος μὲν ἀνθρωπίνως κατὰ τὴν σάρκα, χρίων δὲ θεϊκῶς τῷ ἁγίῳ Πνεύματι τοὺς εἰς αὐτὸν πιστεύοντας. ϟεʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων·
5Ὅσον μὲν γὰρ ἥκειν εἰς τὸ εἶναι Θεὸς κατὰ φύσιν, οὐκ ἦν μεθ’ ἡμῶν· ἀσύγκριτον γὰρ τὸ μεταξὺ θεότητός τε καὶ ἀνθρωπότητος, καὶ πολλή τις ἄγαν τῶν φύσεων ἡ διαφορά. ϟϛʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Χριστός γε μὴν καὶ Ἐμμανουὴλ τὸν αὐτὸν ἡμῖν κατασημαί‐
10νουσιν υἱόν, τοῦτο μὲν ὅτι κέχρισται καθ’ ἡμᾶς ἀνθρωπίνως, τῇ ἀνθρώπου φύσει τὸ Πνεῦμα λαβὼν ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ· τέθειται γὰρ ἀρχὴ τοῦ γένους δευτέρα. ϟζʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Ἄνθρωπος ὠνόμασται καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς ὁ ἐκ
15Θεοῦ πατρὸς Λόγος, ὡς μετεσχηκὼς αἵματος καὶ σαρκὸς παρα‐ πλησίως ἡμῖν. Ὤφθη γὰρ οὕτω τοῖς ἐπὶ γῆς καὶ οὐ μεθεὶς ὅπερ ἦν, ἀλλ’ ἐν προσλήψει γεγονὼς τῆς καθ’ ἡμᾶς ἀνθρωπότη‐ τος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον. ϟηʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων·
20Ὁ πρῶτος ἄνθρωπος, φησίν, ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρω‐ πος, ὁ Κύριος ἐξ οὐρανοῦ. Καίτοι γεγέννηκεν ἡ ἁγία παρθένος τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν, ἀλλ’ ἐξ οὐρανοῦ λέγεται καὶ μάλα εἰκότως ὁ Ἐμμανουήλ· ἄνωθεν γὰρ καὶ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ
καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ γεγέννηται Λόγος.152

153

ϟθʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Τὸ τῆς ἑνώσεως χρῆμα κατὰ πολλοὺς ἀποτελεῖται τρόπους. Διῃρημένοι γάρ τινες κατὰ διάθεσίν τε καὶ γνώμην καὶ διχο‐ νοοῦντες πρὸς ἀλλήλους, ἑνοῦσθαι λέγονται κατὰ σύμβασιν
5φιλικήν, ἐκ μέσου τιθέντες τὰς διαφοράς· ἑνοῦσθαι δέ φαμεν καὶ τὰ ἀλλήλοις κολλώμενα ἤγουν συνενηγμένα καθ’ ἑτέρους τρόπους ἢ κατὰ παράθεσιν ἢ μίξιν ἢ κρᾶσιν. Ὅταν οὖν ἡνῶσθαι λέγωμεν τῇ καθ’ ἡμᾶς φύσει τὸν τοῦ Θεοῦ Λόγον, κρείττων ὁρᾶται τῆς ἀνθρώπου διανοίας ὁ τῆς ἑνώσεως τρόπος. Οὐ γάρτοι καθ’
10ἕνα τῶν εἰρημένων ἐστίν, ἀπόρρητος δὲ παντελῶς καὶ οὐδενί που τάχα τῶν ὄντων διεγνωσμένος πλὴν ὅτι δὴ μόνῳ τῷ πάντα εἰδότι. Καὶ θαυμαστὸν οὐδὲν εἰ τῶν τοιούτων ἐννοιῶν ἡττώμεθα, ὁπότε τὰ καθ’ ἡμᾶς αὐτοὺς ὅπως ἂν ἔχοι διερευνώμενοι, τῆς ἐνούσης ἡμῖν διανοίας ἐπέκεινα τὴν κατάληψιν ὁμολογοῦμεν
15ὑπάρχειν. Τίνα γὰρ τρόπον ἡνῶσθαι νομιοῦμεν τὴν τοῦ ἀνθρώ‐ που ψυχὴν τῷ ἰδίῳ σώματι; Τίς ὁ φράσαι δυνάμενος; Εἰ δὲ χρὴ μικρὰ καὶ μόλις ἐννοεῖν εἰωθότας καὶ μὴν καὶ λαλεῖν ἰσχύον‐ τας τῶν οὕτως ἰσχνῶν καὶ ὑπὲρ νοῦν καὶ λόγον πραγμάτων κατατεκμαίρεσθαι, φαμὲν ὅτι πρέποι ἂν ἐννοεῖν (μείων δέ που
20πάντως ὁ λόγος) τοιαύτην εἶναι τὴν ἕνωσιν τοῦ Ἐμμανουήλ, ὁποίανπερ ἂν διαλογίσαιτό τις καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς τὸ ἴδιον ἔχειν σῶμα. Οἰκειοῦται γὰρ ἡ ψυχὴ πάντα τὰ τοῦ σώματος, καίτοι κατὰ φύσιν ἰδίαν ἀμέτοχος οὖσα τῶν αὐτοῦ παθῶν φυσικῶν τε ἅμα καὶ τῶν ἔξωθεν ἐπαγομένων. Κινεῖται
25μὲν γὰρ εἰς ὀρέξεις τὸ σῶμα φυσικὰς καὶ συναισθάνεται διὰ τὴν ἕνωσιν ἡ ἐνοῦσα ψυχή, συμμετέχει δὲ κατ’ οὐδένα τρόπον, οἴεταί γε μὴν ἰδίαν ἀπόλαυσιν εἶναι τὸ τῆς ὀρέξεως ἀποτέλεσμα. Κἂν εἰ καταπαίοιτο τυχὸν ὑπὸ τοῦτο σῶμα καὶ σιδήρῳ καταξαί‐ νοιτο, συναλγεῖ μὲν ὡς ἰδίου πάσχοντος σώματος, αὕτη γε μὴν
30εἰς ἰδίαν φύσιν οὐκ ἄν τι πάθοι τῶν ἐπενηνεγμένων. Πλὴν καὶ ὑπὲρ τοῦτό φαμεν ἐπὶ τοῦ Ἐμμανουὴλ τὴν ἕνωσιν. Ἦν μὲν γὰρ
ἀναγκαῖον τῷ ἰδίῳ σώματι συναλγεῖν τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν,153

154

ἵνα φεύγουσα τὰς αἰκίας, εὐήνιον ὑποφέροι τῷ Θεῷ τὸν αὐχένα· ἐπὶ δέ γε τοῦ Θεοῦ Λόγου τὸ συναισθάνεσθαι αἰκιῶν ἄτοπον εἰπεῖν· ἀπαθὲς γὰρ τὸ θεῖον καὶ οὐκ ἐν τοῖς καθ’ ἡμᾶς. Ἀλλ’ ἥνωτο μὲν τῇ σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν, πασχούσης δὲ
5αὐτῆς ἀπαθῶς ἦν ἐν εἰδήσει τῶν εἰς αὐτὴν γινομένων καὶ ἀφανί‐ ζων μὲν ὡς Θεὸς τὰς τῆς σαρκὸς ἀσθενείας, ᾠκειοῦτό γε μὴν αὐτὰς ὡς ἰδίου σώματος. Οὕτω καὶ πεινῆσαι λέγεται καὶ καμεῖν καὶ παθεῖν ὑπὲρ ἡμῶν. ρʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων·
10Οὐκοῦν παρεικάζοιτο ἂν ἡ ἕνωσις τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον οὐκ ἀπὸ σκοποῦ τοῖς καθ’ ἡμᾶς. Ὥσπερ γὰρ ἑτεροφυὲς μὲν τὸ σῶμα πρὸς τὴν τῆς ψυχῆς, εἷς γε μὴν ἐξ ἀμφοῖν ἄνθρωπος ἀποτελεῖται καὶ λέγεται, οὕτως καὶ ἐκ τελείας ὑποστάσεως τοῦ Θεοῦ Λόγου καὶ μὴν καὶ ἐξ ἀνθρωπότητος τελείως ἐχούσης
15κατὰ τὸν ἴδιον λόγον εἷς ὁ Χριστός, ὁ αὐτὸς ὑπάρχων ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος. Καὶ οἰκειοῦται μέν, ὡς ἔφην, ὁ Λόγος τὰ τῆς ἰδίας σαρκός, ὅτι καὶ αὐτοῦ τὸ σῶμα καὶ οὐχ ἑτέρου, κοινοποιεῖται δὲ ὥσπερ τῇ ἰδίᾳ σαρκὶ τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς δυνάμεως τὴν ἐνέργειαν, ὥστε δύνασθαι καὶ
20ζωοποιεῖν τοὺς νεκροὺς καὶ ἰᾶσθαι τοὺς ἐν ἀρρωστίαις. ραʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Ὁ μακάριος Ἠσαίας· ἀπεστάλη, φησί, πρός με ἓν τῶν σερα‐ φὶμ καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ εἶπε πρός με· ἰδοὺ ἥψατο τοῦτο τῶν
25χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου
περικαθαριεῖ. Φαμὲν δὲ τὸν ἄνθρακα τύπον ἡμῖν καὶ εἰκόνα154

155

πληροῦν τοῦ ἐνανθρωπήσαντος Λόγου, ὃς εἴπερ ἅψαιτο τῶν χει‐ λέων ἡμῶν, τουτέστιν ὅταν τὴν εἰς αὐτὸν ὁμολογήσωμεν πίστιν, τότε καὶ ἁπάσης ἡμᾶς ἁμαρτίας ἀποφαίνει καθαροὺς καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἐλευθεροῖ. Πλὴν ἔστιν ἰδεῖν ὡς ἐν εἰκόνι
5τῷ ἄνθρακι ἑνωθέντα μὲν ἀνθρωπότητι τὸν τοῦ Θεοῦ Λόγον, οὐ μὴν ἀποβεβληκότα τὸ εἶναι ὅ ἐστι, μεταστοιχειώσαντα δὲ μᾶλλον τὸ προσληφθὲν ἤγουν ἑνωθὲν εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ ἐνέργειαν. Ὅνπερ γὰρ τρόπον τὸ πῦρ ὁμιλῆσαν ξύλῳ καὶ εἰσδεδυκότος αὐτό, καταδράττεται μὲν αὐτοῦ καὶ οὐκ ἐξίστησι
10τοῦ εἶναι ξύλον, μεθίστησι δὲ μᾶλλον αὐτὸ εἰς τὴν τοῦ πυρὸς ὄψιν τε καὶ δύναμιν καὶ ἅπαν ἐν αὐτῷ τὸ ἴδιον ἐργάζεται καὶ ὡς ἓν ἤδη λελόγισται μετ’ αὐτοῦ, οὕτως νοήσεις καὶ ἐπὶ Χριστοῦ. Ἑνωθεὶς γὰρ ἀπορρήτως ἀνθρωπότητι Θεὸς τετήρηκε μὲν αὐτὴν τοῦθ’ ὅπερ εἶναί φαμεν, μεμένηκε δὲ καὶ αὐτὸς ὅπερ ἦν, ἑνωθεὶς
15δὲ ἅπαξ, ὡς εἷς λελόγισται μετ’ αὐτῆς, οἰκειούμενος μὲν τὰ αὐτῆς, ἐμποιήσας δὲ καὶ αὐτὸς αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν. ρβʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Ἐγήγερται κατὰ βούλησιν Θεοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ καὶ ἦν ἐν αὐτῇ πολυτρόπως μορφούμενος ὁ Ἐμμανουήλ.
20Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσεῖ· καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος, καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ· ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν.
25Ἀλλὰ τὸ μὲν ἄσηπτον ξύλον εἴη ἂν εἰς τύπον τοῦ ἀφθάρτου σώματος (ἄσηπτος γὰρ ἡ κέδρος), τὸ δὲ χρυσίον ὡς ὕλη τῶν ἄλλων ὑπερηρμένη τῆς θείας καὶ ἡμῖν οὐσίας κατασημήνειεν
ἂν τὴν ὑπεροχήν. Ἄθρει δὲ ὅπως ἡ κιβωτὸς ὅλη κεχρύσωτο155

156

χρυσίῳ καθαρῷ ἔξωθέν τε καὶ ἔσωθεν. Ἥνωτο μὲν γὰρ τῇ ἁγίᾳ σαρκὶ Θεὸς ὢν ὁ Λόγος, καὶ τοῦτο οἶμαί ἐστι τὸ ἔξωθεν κεχρυ‐ σῶσθαι τὴν κιβωτόν. Ὅτι δὲ καὶ τὴν ἐνοῦσαν τῷ σώματι ψυχὴν λογικὴν ἰδίαν ἐποιήσατο, καταδείξειεν ἂν τὸ καὶ ἔσωθεν αὐτὴν
5καταχρυσῶσθαι δεῖν ἐπιτάξαι. Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἥγουν αἱ ὑποστάσεις, ἐντεῦθεν εἰσόμεθα. Τὸ γάρτοι χρυσίον ἐπαληλιμμένον τῷ ξύλῳ μεμένηκεν ὅπερ ἦν, καὶ κατε‐ πλούτει μὲν τὸ ξύλον τοῦ χρυσίου τὴν δόξαν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι ξύλον.
10 ργʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Φέρε γὰρ καὶ πρός γε τῶν ἄλλων τῆς μετὰ σαρκὸς οἰκονομίας ἐννοῶμεν τὸν τρόπον, καὶ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν φύσιν διερευνήσωμεν. Κεκινδύνευκεν ἡ ἀνθρώπου φύσις καὶ ἐν τοῖς ἐσχάτοις κατεκομίσθη κακοῖς, ἀρᾷ καὶ θανάτῳ καταδεδικασ‐
15μένη, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἐνειλημμένη, ἐπλανᾶτο καὶ ἦν ἐν σκότῳ, Θεὸν οὐκ ᾔδει τὸν φύσει καὶ ἀληθῶς, λελά‐ τρευκε τῇ κτίσει παρὰ τὸν κτίσαντα. Πῶς οὖν ἦν ἄρα τῶν τοιού‐ των αὐτὴν ἀπαλλάττεσθαι κακῶν; Ἢ ἐκεῖνό φαμεν ὡς ἦν δήπου θέμις θείας αὐτὴν ἐπιλαβέσθαι φύσεως, καίτοι μὴ εἰδυῖαν ὅλως
20ὅ τί ποτέ ἐστι τῆς ἀνωτάτω φύσεως τὸ ἀξίωμα; Τὴν ἀμαθίᾳ καὶ σκότῳ κεκρατημένην καὶ τῷ τῆς ἁμαρτίας βορβόρῳ μεμολυσ‐ μένην πῶς ἦν εἰκὸς ἐπιπηδᾶν δύνασθαι τῇ πανάγνῳ φύσει καὶ δόξαν ἑλεῖν, ἣν οὐκ ἄν τις ἕλοι μὴ λαβών; Ὑποκείσθω γὰρ ὅτι κατ’ ἐπίγνωσιν τυχὸν καὶ τῷ εἰδέναι τυχὸν ἐπιλαβέσθαι φαμὲν
25αὐτήν· τίς ὁ διδάξας ὅλως; Πῶς γὰρ πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσι; Πλὴν οὐ τοῦτό ἐστι τὸ ἐπιλαβέσθαι θεότητος καὶ τὴν αὐτῇ πρέπουσαν δόξαν ἑλεῖν. Οὐκοῦν πρεπωδέστερον ἂν εἴη καὶ σφόδρα εἰκότως ἐννοεῖν, ὅτι διασῶσαι θελήσας τὸ
ἀπολωλός, συγκαταβάσει τῇ πρὸς ἡμᾶς ὁ δι’ οὗ τὰ πάντα, Θεὸς156

157

Λόγος καθῆκεν ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, ἵνα καὶ ὅπερ οὐκ ἦν ἡ τοῦ ἀνθρώπου γένηται φύσις, τοῖς τῆς θείας ὑπεροχῆς ἀξιώμασι τῇ πρὸς αὐτὸν ἑνότητι διαπρέπουσα. Καὶ ἀνεκομίσθη μᾶλλον εἰς τὰ ὑπὲρ φύσιν ἤγουν κατεκόμισεν εἰς τὰ παρὰ φύσιν τὸν
5ἄτρεπτον ὡς Θεόν· ἔδει τὸν ἄφθαρτον ἐπιλαβέσθαι φύσεως τῆς ὑπὸ φθοράν, ἵνα ταύτην ἀπαλλάξῃ φθορᾶς· ἔδει τὸν ἁμαρ‐ τεῖν οὐκ εἰδότα σύμμορφον γενέσθαι τοῖς ὑφ’ ἁμαρτίαν, ἵνα παύσῃ τὴν ἁμαρτίαν. Ὥσπερ γὰρ ἔνθαπερ ἂν εἴη τὸ φῶς, ἀπρακτήσειεν ἂν ἐκεῖ που πάντως τὸ σκότος, οὕτω παρούσης
10ἀφθαρσίας πᾶσά πως ἀνάγκη δραπετεύειν τὴν φθοράν, καὶ τοῦ μὴ εἰδότος τὴν ἁμαρτίαν ἴδιον ἀποφήναντος τὸ ὑφ’ ἁμαρτίαν ἀργῆσαι τὴν ἁμαρτίαν. ρδʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Εἷς οὖν ἄρα ἐστὶν ὁ καὶ πρὸ τῆς ἐνανθρωπήσεως Θεὸς ἀληθινός,
15καὶ ἐν ἀνθρωπότητι μεμενηκὼς ὅπερ ἦν τε καὶ ἔστι καὶ ἔσται. Οὐ διαιρετέον ἄρα οὖν τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφο‐ ρὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς.
20 ρεʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Εἰ δὲ δὴ καὶ λέγοιτο προκόπτειν ὁ Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τῆς οἰκονομίας ἔσται τὸ χρῆμα. Συνεχώρει γὰρ ὁ τοῦ Θεοῦ Λόγος διὰ τῶν τῆς ἰδίας φύσεως ἐθῶν ἰέναι τὸ ἀνθρώπι‐ νον, καὶ οἷον κατὰ βραχὺ τῆς ἑαυτοῦ θεότητος κατευρύνειν ἤθελε
25τὸ περιφανὲς καὶ τῇ τοῦ σώματος ἡλικίᾳ συμπαρεκτείνειν τὰ ἑαυτοῦ, ὡς ἂν μή τι τὸ ξένον ὁρῷτο καὶ τῷ λίαν ἀσυνήθει ταράττῃ τινάς, ὅτε καὶ οὕτως ἔφασκον· πῶς οὗτος γράμματα
οἶδε μὴ μεμαθηκώς; Οὐκοῦν σωματικὴ μὲν ἡ αὔξη καὶ τὸ157

158

προκόπτειν ἐν χάριτι καὶ σοφίᾳ, πρέποι δ’ ἂν τοῖς τῆς ἀνθρωπό‐ τητος μέτροις, αὐτόν γε μὴν κατ’ ἰδίαν φύσιν παντέλειον εἶναί φαμεν τὸν ἐκ Θεοῦ Λόγον, οὐ προκοπῆς δεδεημένον, οὐ σοφίας, οὐ χάριτος, διανέμειν δὲ μᾶλλον τῇ κτίσει καὶ σοφίαν καὶ χάριν
5καὶ τὰ δι’ ὧν ἂν ἔχοι καλῶς. Εἰ δὲ δὴ καὶ λέγοιτο παθεῖν ὁ Ἰησοῦς, τὸ μὲν πάθος ἔσται τῆς οἰκονομίας, αὐτοῦ δὲ λέγεται καὶ σφόδρα εἰκότως, ὅτι καὶ ἴδιον αὐτοῦ τὸ πεπονθός, καὶ ἦν ἐν τῷ πάσχοντι σώματι, πάσχειν μὲν οὐκ εἰδώς (ἀπαθὴς γάρ ἐστιν ὡς Θεός), ὅσον δὲ ἧκεν εἴς γε τὸ τῶν παροινησάντων
10θράσος, παθὼν ἦν, εἰ παθεῖν ἐδύνατο. ρϛʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Ὅταν τοίνυν ἀκούωμεν σάρκα γενέσθαι τὸν Λόγον, ἄνθρωπον νοῶμεν τὸν ἐκ ψυχῆς καὶ σώματος. Γέγονε δὲ Θεὸς ὢν ὁ Λόγος τέλειος ἄνθρωπος, σῶμα λαβὼν ἔμψυχόν τε καὶ ἔννουν, ἑνώσας
15τε τοῦτο κατὰ ἀλήθειαν ἑαυτῷ καθ’ ὃν οἶδε τρόπον (νῷ γὰρ τῷ καθ’ ἡμᾶς ἀνέφικτα παντελῶς τὰ τοιάδε τῶν θεωρημάτων), κεχρημάτικεν υἱὸς ἀνθρώπου. Εἰ δὲ χρή τι καὶ ὡς ἐν ἐσόπτρῳ βλέποντας εἰπεῖν, διατεκμαίρεταί πως ὁ ἀνθρώπινος νοῦς ἡνῶσθαι τὸν Λόγον τῷ σώματι ψυχὴν ἔχοντι λογικὴν καθάπερ ἀμέλει
20καὶ τὴν ἀνθρώπου ψυχὴν τῷ ἰδίῳ σώματι, ἑτεροφυᾶ μὲν ὑπάρ‐ χουσαν, λαχοῦσάν τε οὕτω τὴν πρὸς αὐτῷ κοινωνίαν τε καὶ ἕνωσιν. ρζʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Οὐ κατὰ μετάστασιν ἢ τροπὴν ἄνθρωπον γενέσθαι φαμὲν τὸν
25τοῦ Θεοῦ Λόγον οὔτε μὴν ὡς τοῦ εἶναι Θεὸν ὀλιγωρήσαντα, πόθεν; Ἀλλ’ ὅτι σάρκα λαβὼν ἐκ γυναικὸς καὶ ἑνωθεὶς ἐκ μήτρας αὐτῇ, προῆλθεν ἄνθρωπος ὁ αὐτὸς ὑπάρχων καὶ Θεός. Οὐ γάρτοι τὴν ἐκ Θεοῦ πατρὸς ἀπόρρητον γέννησιν ἀποβεβληκώς, ὡς εἰς ἀρχὴν τοῦ εἶναι καλοῦσαν, ὑπομεμένηκε τὴν ἐκ γυναικός,
30συνεχώρει δὲ μᾶλλον τῇ ἑαυτοῦ σαρκὶ διὰ τῶν τῆς ἰδίας φύσεως158

159

νόμων καλεῖσθαι πρὸς ὕπαρξιν, κατά γέ φημι τὸν τῆς γεννήσεως τρόπον. Πλὴν ἔχει τι τὸ παρηλλαγμένον ἀνθρώπου φύσις ἐν αὐτῷ· γεγέννηται γὰρ ἐκ παρθένου καὶ μόνος ἔχει μητέρα τὴν ἀπειρόγαμον. Γεγονότα δὲ σάρκα καὶ ἐν ἡμῖν σκηνῶσαί φησιν,
5ἵνα δι’ ἀμφοῖν ἀποδείξῃ καὶ γενόμενον ἄνθρωπον καὶ οὐ μετα‐ θέντα τὸ ἴδιον (μεμένηκε γὰρ ὅπερ ἦν)· νοεῖται δὲ πάντως ὡς ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν τὴν εἰς ὅπερ οὐκ ἦν. Τὸ γὰρ ἐνοικεῖν ἑτέρῳ λεγό‐
10μενον οὐκ αὐτὸ γέγονε τοῦθ’ ὅπερ ἑστὶν ὃ ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ. Τῆς δὲ τοῦ Λόγου φύσεως καὶ μέντοι τῆς ἀνθρωπότητος μόνην ἡμῖν σημαίνει τὴν διαφορὰν ἢ ἑτερό‐ της ἐν τούτοις. ρηʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων·
15Ἴδιον τοῦ Λόγου τὸ σῶμα λέγεται πρὸς ἡμῶν, οὐ καθάπερ ἴδιον ἀνθρώπου τὸ γελαστικὸν ἤγουν ἵππου τὸ χρεμετιστικόν, ἀλλ’ ὅτι γέγονεν αὐτοῦ καθ’ ἕνωσιν ἀληθῆ, τὴν ὀργανικὴν αὐτῷ χρείαν ἀποπληροῦν πρὸς ἃ πέφυκεν ἐνεργεῖν, δίχα μόνων τῶν εἰς ἁμαρτίαν.
20 ρθʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Ὁ τοῦ καθ’ ἡμᾶς μυστηρίου λόγος κἂν Ἰουδαίοις μὲν ᾖ σκάν‐ δαλον, ἔθνεσι δὲ μωρία, ἀλλ’ ἡμῖν τοῖς εἰδόσιν αὐτὸν ἀξιά‐ γαστος ἀληθῶς καὶ σωτήριος καὶ τοῦ χρῆναι πρός τινος ἀπιστεῖσθαι μακράν. Εἰ μὲν γὰρ ἦν ὅλως ὁ φάναι τολμῶν ταυ‐
25τηνὶ τὴν σάρκα τῆς ἀπὸ τῆς γῆς γυμνῆς θεότητος γενέσθαι
μητέρα καὶ ἀποτεκεῖν ἐξ ἑαυτῆς τὴν ἁπάσης κτίσεως ἐπέ‐159

160

κεινα φύσιν, ἀποπληξία τὸ χρῆμα καὶ ἕτερον ἦν οὐδέν· οὐ γὰρ ἀπό γε τῆς γῆς ἡ θεία γέγονε φύσις, οὐδ’ ἂν γένοιτο ῥίζα τῆς ἀφθαρσίας τὸ ὑπὸ φθοράν, οὐδ’ ἂν ἀποτέκοι τὸ ὑπὸ θάνα‐ τον τὴν τῶν ὅλων ζωήν, οὐδ’ ἂν εἴη καρπὸς τοῦ αἰσθητοῦ
5σώματος τὸ ἀσώματον, τοῦ γενέσεως ἀνωτέρω τὸ ὑπὸ γένεσιν, τοῦ ἀνάρχου κατὰ χρόνον τὸ ἔχον ἀρχήν. ριʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχολίων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανούηλ. Πῶς οὖν, εἰπέ μοι, τὸ ἐκ τῆς ἁγίας
10παρθένου τεχθὲν Ἐμμανούηλ ὀνομάζεται, τοῦ Ἐμμανουήλ, ὡς ἔφην ἤδη, σημαίνοντος τὸ ἐν τῇ καθ’ ἡμᾶς φύσει γενέσθαι διὰ τὴν σάρκα Θεὸν ὄντα κατὰ ἀλήθειαν τὸν ἐκ Θεοῦ Λόγον; ριαʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐ λίων· Ὀρνιθίοις δυσὶ παρεικάζει Χριστόν, οὐχ ὡς δύο μᾶλλον
15ὄντων υἱῶν, ἀλλ’ ὡς ἑνὸς ἐκ δυοῖν, θεότητος καὶ ἀνθρωπότητος, συνενηγμένων εἰς ἕνωσιν. Καθαρὰ δὲ τὰ ὀρνίθια· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀλλ’ ἦν ὅλως ἅγιος θεότητί τε καὶ ἀνθρωπότητι. Πτηνοῖς γε μὴν παρεικάζεται διὰ τὸ οἷον ὑψοῦ τε εἶναι τῆς γῆς καὶ ἄνωθεν· ἐξ οὐρανοῦ γὰρ
20ἄνθρωπος ὁ Χριστός, καίτοι τεκούσης τὴν σάρκα τῆς ἁγίας παρθένου. Πῶς οὖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ; Ὁ γὰρ ἄνωθεν καὶ ἐκ Πατρὸς Θεὸς Λόγος τὴν ἀπὸ τῆς ἁγίας παρθένου σάρκα λαβὼν ἰδίαν τε αὐτὴν ἀποφήνας, ὡς ἄνωθεν αὐτὴν καὶ ἐξ οὐρα‐ νοῦ κατακομίσας ἔφασκεν· οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν
25εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου. Προσνέ‐ μει γὰρ ἀεί πως τὰ ἴδια τῇ ἑαυτοῦ σαρκί, ἑνωθεὶς δὲ ἅπαξ ὡς
εἷς λελόγισται πρὸς αὐτήν. Πλὴν ὅρα σφαζομένου τοῦ ἑνὸς160

161

ὀρνιθίου βαπτιζόμενον δὲ τὸ ἕτερον ἐν τῷ αἵματι αὐτοῦ, πλὴν οὐ τεθνηκός. Καὶ τί δὴ τοῦτ’ ἔστιν; Ἔζη γὰρ ὁ Λόγος, καὶ ἀπο‐ θανούσης αὐτοῦ τῆς σαρκός, καὶ κοινωνὸς ἦν τοῦ πάθους δι’ οἰκειότητά τε καὶ ἕνωσιν τὴν πρὸς αὐτήν. Οὐκοῦν ὁ αὐτὸς ζῇ
5μὲν ὡς Θεός, ὥσπερ δὲ ἴδιον ἐποίει τὸ σῶμα, οὕτως εἰς ἑαυτὸν ἐδέχετο κατ’ οἰκείωσιν καὶ τὰ τοῦ σώματος πάθη, πάσχων αὐτὸς οὐδὲν εἰς ἰδίαν φύσιν. Χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς ὄνησιν, εἰ ἐπὶ Χριστῷ λαμβάνοιτο πρὸς ἡμῶν τὸ κατ’ ἄλλο καὶ ἄλλο, ταττόμενον μὲν ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ, διατέμνεσθαί γε
10μὴν εἰς δύο μὴ συγχωροῦν υἱούς. ριβʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐ λίων· Πῶς οὖν ὁ αὐτὸς καὶ γέννησιν ὑπομένει καὶ καλεῖ πρὸς ὕπαρξιν; Κατ’ ἄλλο καὶ ἄλλο. ριγʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐
15λίων· Ἐγεννήθη μὲν γὰρ καθὸ νοεῖται καθ’ ἡμᾶς ἄνθρωπος, καλεῖ δὲ πρὸς ὕπαρξιν τὰ οὐκ ὄντα ποτὲ καθὸ φύσει Θεός ἐστι. Γέγραπται γὰρ περὶ αὐτοῦ· τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκρα‐ ταιοῦτο, πληρούμενον σοφίᾳ καὶ χάριτι. Καίτοι κατὰ φύσιν παντέλειός ἐστιν ὡς Θεός, καὶ ἐξ ἰδίου πληρώματος διανέμει
20τοῖς ἁγίοις τὰ πνευματικά, καὶ αὐτός ἐστιν ἡ σοφία καὶ τῆς χάριτος ὁ δοτήρ. Πῶς οὖν αὔξει τὸ παιδίον καὶ πληροῦται σοφίας καὶ χάριτος; Κατ’ ἄλλο καὶ ἄλλο. ριδʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐ λίων· Ὁ αὐτὸς γὰρ ὡς ἄνθρωπος ὁμοῦ καὶ Θεὸς οἰκειοῦται
25μὲν τὰ ἀνθρώπινα διὰ τὴν ἕνωσιν, ἔστι δὲ παντέλειος καὶ σοφίας καὶ χάριτος δοτὴρ ὡς Θεός. Κεχρημάτικε πρωτότοκος καὶ μονο‐
γενής. Ἀλλ’ εἴπερ τις ἕλοιτο τὴν τῶν λέξεων περιεργάζεσθαι161

162

δύναμιν, ὁ πρωτότοκος εἴη ἂν ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος, ὁ δὲ μονογενὴς ὡς μόνος οὐκέτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Ἀλλ’ ἔστιν ὁ αὐτὸς τοῦτο κἀκεῖνο. Πῶς οὖν ἄρα; Κατ’ ἄλλο καὶ ἄλλο.
5 ριεʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐ λίων· Πρωτότοκος μὲν ὡς ἐν πολλοῖς ἀδελφοῖς διὰ τὸ ἀνθρώ‐ πινον, μονογενὴς δὲ πάλιν ὁ αὐτὸς ὡς μόνος ἐκ μόνου γεγεννη‐ μένος τοῦ Θεοῦ καὶ πατρός. Ἡγιάσθαι λέγεται διὰ τοῦ Πνεύμα‐ τος καὶ μὴν καὶ ἁγιάζειν τοὺς προσιόντας αὐτῷ· ἐβαπτίσθη κατὰ
10τὴν σάρκα καὶ ἐβάπτιζεν ἐν ἁγίῳ Πνεύματι. Πῶς οὖν ὁ αὐτὸς ἁγιάζει τε καὶ ἁγιάζεται, βαπτίζει καὶ βαπτίζεται; Κατ’ ἄλλο καὶ ἄλλο. ριϛʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐ λίων· Ἁγιάζεται γὰρ ἀνθρωπίνως καὶ οὕτω βαπτίζεται, ἁγιά‐
15ζει δὲ θεϊκῶς, βαπτίζει δὲ καὶ ἐν ἁγίῳ Πνεύματι. Αὐτὸς ἐγείρων τοὺς νεκροὺς ἐκ νεκρῶν ἐγήγερται καὶ ζωὴ κατὰ φύσιν ὑπάρχων ζωοποιεῖσθαι λέγεται. Καὶ πῶς τοῦτο; Πάλιν κατ’ ἄλλο καὶ ἄλλο. ριζʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐
20λίων· Ὁ γὰρ αὐτὸς ἐγήγερται μὲν ἐκ νεκρῶν ζωοποιεῖσθαί τε λέγεται κατὰ σάρκα, ζωοποιεῖ δὲ καὶ ἀνίστησι τοὺς νεκροὺς ὡς Θεός. Πάσχει δὲ καὶ οὐ πάσχει κατ’ ἄλλο καὶ ἄλλο. ριηʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐ λίων· Πάσχει μὲν γὰρ ἀνθρωπίνως καθὸ ἄνθρωπος, ἀπαθὴς
25δέ ἐστι θεϊκῶς καθὸ Θεός. Προσκεκύνηκε μεθ’ ἡμῶν· ὑμεῖς162

163

γάρ, φησί, προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν. Ἀλλ’ ἔστι καὶ προσκυνητός· κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ. Καὶ τοῦτο δὴ πάλιν κατ’ ἄλλο καὶ ἄλλο. ριθʹ. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σχο‐
5λίων· Προσκυνεῖ μὲν γὰρ ὡς τὴν προσκυνοῦσαν φύσιν λαβών, προσκυνεῖται δὲ πάλιν ὁ αὐτὸς ὡς τῆς προσκυνούσης φύσεως ὑπάρχων ἐπέκεινα καθὸ νοεῖται Θεός. Τὴν δέ γε προσκύνησιν οὐ διαιρεῖται εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν ἰδικῶς, οὔτε μὴν ὡς Θεῷ συνημμένον ὡς ἐν ἰσότητι τῆς ἀξίας, διῃρημένων τῶν
10ὑποστάσεων, προσκυνεῖσθαί φαμεν ἄνθρωπον αὐτῷ· δυσσεβείας γὰρ τῆς ἀνωτάτω τὸ χρῆμα μεμέστωται. Ἀλλ’ ἕνα προσκυνη‐ τέον ἐνανθρωπήσαντά τε καὶ σεσαρκωμένον τὸν τοῦ Θεοῦ Λόγον, μετὰ τοῦ πιστεύειν ὅτι τὸ ἑνωθὲν αὐτῷ σῶμα ψυχῇ τῇ καθ’ ἡμᾶς ἐψύχωτο λογικῇ.
15 ρκʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἀπὸ τῆς πραγματείας τῆς περὶ δογμάτων ἐπιλύσεως, ἧς ἡ ἀρχ· Ὁ ἐπὶ πάντων Θεὸς χεῖρας, πόδας, ὀφθαλμούς, ὦτά τε καὶ πτέρυγας ἔχειν ὑπὸ τῆς θείας γραφῆς ὀνομάζεται· Ἔστι τοίνυν ἀσώ‐
20ματον παντελῶς τὸ θεῖον, ἄποσόν τε καὶ ἀμέγεθες, καὶ οὐκ ἐν εἴδει περιγράπτῳ. Τὸ δὲ οὕτως ἔχον ἐν ἰδίᾳ φύσει, πῶς ἂν ἐκ μορίων νοοῖτο καὶ μελῶν; Εἰ γάρ τις δοίη τοῦτο ὑπάρχειν ἀληθές, ἀσώματον οὐκέτι νοοῖτο. Τὸ γὰρ ὅλως ἐν σχήματι, παν‐ τοίως που καὶ ἐν ποσῷ, τὸ δὲ ἐν ποσῷ καὶ ἐν τόπῳ, καὶ τὸ
25ἐν τόπῳ νοούμενον, οὐκ ἔξω περιγραφῆς. Ταῦτα δὲ σωμάτων μὲν φύσεως οὐκ ἀλλότρια παντελῶς. Οὔτε τοίνυν ὀφθαλμοὺς
ἢ ὦτα, οὔτε μὴν χεῖράς τε καὶ πόδας ἢ πτέρυγας ἐπὶ Θεοῦ163

164

νοητέον, κἂν εἰ μή τις ἕλοιτο τυχὸν ὡς ἐν ἁπτοῖς καὶ παχέσι σώμασι τὰ τοιάδε νοεῖν, ἀλλ’ ὡς ἐν ἰσχνῷ καὶ ἀΰλῳ, καὶ κατά γε τὴν τοῦ Θεοῦ φύσιν· εὔηθες γὰρ παντελῶς τὸ βούλεσθαί τι τοιοῦτον ἐννοεῖν· Πνεῦμα γὰρ ὁ Θεός.
5 ρκαʹ. Τοῦ αὐτοῦ Κυρίλλου πρὸς τοὺς λέγοντας ὅτι ἠγνόησεν ὁ Υἱὸς τὴν ἐσχάτην ἡμέραν, τὸ δὲ προοίμιόν ἐστι τόδε· Φασί γε μὴν καὶ ἑτέρους ἀκούσαντας λέγοντος τοῦ Χριστοῦ· περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν
10οὐρανῶν, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος, ἀσυνετώτατα λέγειν, μὴ εἰδέναι κατὰ ἀλήθειαν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ πατρὸς πεφηνότα Λόγον, μήτε τὴν ὥραν μήτε τὴν ἡμέραν ἐκείνην, ἵνα τοῖς ἀγγέλοις συντάττηται, καὶ κατὰ μηδένα τρόπον διαφέρειν δοκῇ τῶν δι’ αὐτοῦ γεγονότων. Εἶτα πῶς ἐν
15ἴσῃ τάξει τε καὶ φύσει ποίημα καὶ ποιητής; Πῶς δὲ οὐκ ἄτοπον τὸ μεσολαβοῦν; Ὁ μὲν γάρ ἐστι πάντων ἐπέκεινα, τὸ δὲ ἐν τοῖς πᾶσιν. Εἰ δὲ οἴονται κατὰ ἀλήθειαν ἠγνοηκέναι τι τὸν Χριστόν, καθὸ νοεῖται Θεός, ἔξω φέρονται σκοποῦ, καὶ τρέχουσι κατὰ πετρῶν, καὶ τὸ κέρας ἐγείρουσι κατὰ τῆς δόξης αὐτοῦ. Εὑρεθή‐
20σεται γάρ, ἂν οὕτως ἔχῃ καθά φασιν αὐτοί, οὔτε ὁμοούσιος ἔτι τῷ Θεῷ καὶ πατρί. Εἰ γὰρ οἶδε μὲν ὁ Πατήρ, ἀγνοεῖ δὲ ὁ Υἱός, πῶς ἴσος ἔσται αὐτῷ, ἤγουν ὁμοούσιος; Δεῖ γὰρ πάντως ἐν μείοσιν εἶναι τοῦ εἰδότος τὸ μὴ εἰδός. Καὶ τὸ ἐπὶ τούτων παρα‐ λογώτερον, βουλὴ καὶ σοφία τοῦ Θεοῦ καὶ πατρὸς ὁ Υἱὸς
25ὠνόμασται. Παῦλος μὲν γὰρ ἔφη περὶ αὐτοῦ· ὃς ἐγεννήθη164

165

σοφία ἡμῖν ἀπὸ Θεοῦ, καὶ πάλιν· ἐν ᾧ εἰσι πάντες οἱ θησαυ‐ ροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαυὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἐν τῇ βουλῇ σου ὡδήγησάς με, βουλὴν αὐτοῦ λέγων τὸν ἐξ αὐτοῦ
5φύντα Υἱόν. Εἶτα πῶς οὐ γελοῖον ἀγνοεῖν οἴεσθαί τι τῶν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν βουλὴν αὐτοῦ; Καὶ ὁ μόνος εἰδὼς τὸν Πατέρα, πῶς ἀγνοεῖ τὴν τῆς συντελείας ἡμέραν; Ποῖον ἄρα τὸ προὔχον ἐν τῇ γνώσει, τὸ εἰδέναι τί ἐστιν ὁ Πατήρ, ἤγουν τὴν ἐσχάτην ἡμέραν; Γέγραπται δὲ πάλιν ὅτι τὸ Πνεῦμα
10πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ εἰδὸς τὰ βάθη τοῦ Θεοῦ καὶ πάντα τὰ ἐν αὐτῷ, Πνεῦμά ἐστι καὶ αὐτοῦ τοῦ Υἱοῦ, πῶς οὐκ οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρὶ ὁ Υἱός; Πολλῶν τοιγαροῦν εἰς ἀτοπίαν ἐννοιῶν συνωθουσῶν τὸν ἀμαθῆ καὶ κίβδηλον ἐκείνων λόγον, ἀναγκαῖον ἐλθεῖν ἐπὶ τὴν οἰκο‐
15νομίαν. Φαίνεται ὅτι πεφόρεκεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ τῆς ἀνθρωπότητος καὶ πάντα τὰ αὐτῆς, δίχα μόνης τῆς ἁμαρτίας. Ἀνθρωπότητος δὲ μέτροις πρέποι ἂν εἰκότως καὶ τὸ ἀγνοεῖν τὰ ἐσόμενα· οὐκοῦν καθὸ μὲν νοεῖται Θεός, οἶδε πάντα ὅσα καὶ ὁ Πατήρ, καθό γε μὴν ἄνθρωπος ὁ αὐτός, οὐκ ἀποσείεται
20τὸ καὶ ἀγνοῆσαι δοκεῖν, διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον. Ὥσπερ δὲ ὁ αὐτὸς ὢν ἡ πάντων ζωὴ καὶ δύναμις τροφὴν ἐδέχετο σωμα‐ τικήν, οὐκ ἀτιμάζων τὸ τῆς κενώσεως μέτρον, ἀναγέγραπται δὲ καὶ ὑπνῶν καὶ κοπιάσας, οὕτω καὶ πάντα εἰδὼς τὴν τῇ ἀνθρωπότητι πρέπουσαν ἄγνοιαν οὐκ ἐρυθριᾷ προσνέμων ἑαυτῷ·
25γέγονε γὰρ ἑαυτοῦ πάντα τὰ τῆς ἀνθρωπότητος, δίχα μόνης ἁμαρτίας. ρκβʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς ἀπο‐ λογίας τοῦ πρώτου ἀναθεματισμο, ὃν ποιεῖ‐
ται πρὸς τοὺς τῆς Ἀνατολῆς, ἧς ἡ ἀρχ·165

166

Τῆς μετὰ σαρκὸς οἰκονομίας· Τὸ γὰρ σαρκοῦσθαι λεγόμενον οὐκ εἰς σαρκὸς τρέπεται φύσιν, ἀλλ’ ἕτερον νοεῖται παρ’ αὐτὴν ὑπάρχου καὶ ἑνωθὲν αὐτῇ. ρκγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐
5γίας· Ὁ γὰρ νοούμενος γέγονεν ὁρατός, οὐ μεταβολῇ φύσεως, ἀλλ’ ἑνώσει τῇ πρὸς τὸ ὁρώμενον σῶμα. Καὶ γοῦν αὐτόπτας καὶ ὑπηρέτας τοῦ Λόγου γενέσθαι τοὺς ἁγίους ἀποστόλους τὸ γράμμα φησὶ τὸ ἱερόν· καίτοι πῶς οὐ παντὶ τοῦτο σαφὲς ὡς ἔστιν ἀσώματός τε καὶ ἀναφὴς καὶ μὴν καὶ ἀόρατος ὁ ἐκ Θεοῦ
10πατρὸς Λόγος; ρκδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας τοῦ τρίτου ἀναθεματισμο, ἧς ἡ ἀρχ· Ὁ θεσπέσιος Παῦλος τὸ τίνα δὴ τρόπον γέγονε· Καὶ καθ’ ἕτερον δὲ τρόπον ἀπλημμελὲς εἴη ἂν
15καὶ μάλα εἰκότως, ἀμοιρήσειε δ’ ἂν καὶ παντὸς μώμου τὸ εἰδέναι τυχὸν ὡς ἑτέρα μὲν κατὰ φύσιν ἰδίαν ἡ σὰρξ παρά γε τὸν ἐκ Θεοῦ πατρὸς φύντα Λόγον, ἕτερος δὲ αὖ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον ὁ Μονογενής. Ἀλλ’ οὐ τὸ εἰδέναι ταῦτα μερίζειν ἐστὶ τὰς φύσεις.
20 ρκεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας· Εἰ δὲ δή τις βούλοιτο τὴν τοῦ μυστηρίου δύναμιν ἀκριβεῖ διανοίας ὄμματι κατασκέπτεσθαι, καταθρήσειεν ἂν ὅτι, καθάπερ ἔφην ἐν ἀρχαῖς, οὐ τῆς ἑαυτοῦ φύσεως ἐπελάβετο Θεὸς ὢν ὁ Λόγος, ἀλλὰ σπέρματος Ἀβραάμ· οὐχ ὁμοούσιον
25δὲ τῷ ἐκ Θεοῦ φύντι Λόγῳ τὸ ἐκ σπέρματος Ἀβραὰμ ἅγιον
σῶμα, ὅπερ ἐκ τῆς μακαρίας ἔλαβε παρθένου.166

167

ρκϛʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας· Οὐ συγχέοντες τὰς φύσεις οὔτε μὴν ἀλλήλαις αὐτὰς ἀναφύροντες, καθά φασιν οἱ δι’ ἐναντίας, ἀλλὰ φυσικήν φαμεν γενέσθαι τὴν ἕνωσιν.
5 ρκζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας τοῦ τετάρτου ἀναθεματισμο, ἧς ἡ ἀρχ· Σκοπός, ὡς ἔοικε, τοῖς ἐθέλουσιν ἀπε‐ ρισκέπτως· Ἐπειδὴ δέ ἐστιν εἷς καὶ ὁ αὐτός, Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, ταύτῃτοι καὶ λίαν ὀρθῶς ποτὲ μὲν θεϊκῶς,
10ποτὲ δὲ καὶ ἀνθρωπίνως ποιεῖται τοὺς λόγους. Πλὴν τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ ταύτας τε κἀκείνας εἶναι φωνὰς διισχυριζόμεθα, οὔτε ψιλοῦντες θεότητος τὸν ἐκ τῆς ἁγίας παρθένου ναόν, οὔτε μὴν ἄσαρκον εἰδότες τὸν ἐκ Θεοῦ πατρὸς Λόγον μετὰ τὴν ἄρρη‐ τον ἕνωσιν.
15 ρκηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας· Οὐκοῦν ὡς ἀπό γε τῶν ἤδη προγεγραμμένων, οὐκ ἠγνοηκότες μὲν ἁλωσόμεθα τὴν οἰκονομίαν τῇ ἑκάστῃ πρέπου‐ σαν φωνῇ, οὐκ ἐφιέντες δὲ μᾶλλον τοῖς ψυχικοῖς καὶ πνεῦμα μὴ ἔχουσι δύο νοεῖν ἢ λέγειν υἱούς, διαιροῦντες ἀλλήλων τὰς
20ὑποστάσεις μετὰ τὴν ἀδιάσπαστον ἕνωσιν. ρκθʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας· Οὔτε μερισμὸν τῶν ὑποστάσεων μετὰ τὴν ἕνωσιν δογ‐ ματίζομεν οὔτε τὴν τῆς θεότητος φύσιν αὔξης τε καὶ προκοπῆς δεδεῆσθαί φαμεν, ἐκεῖνο δὲ μᾶλλον ὅτι κατ’ οἰκείωσιν οἰκονομι‐
25κὴν ἑαυτοῦ πεποίηται τὰ ἴδια τῆς σαρκός.
ρλʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐167

168

γίας· Τὸ δὲ διαιρεῖν τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν οὐκ ἀπλημμελές, μᾶλλον δὲ ἀνατρεπόντων ἐστὶ τὸ σεπτὸν τῆς ἐνανθρωπήσεως μυστήριον. ρλαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐
5γίας τοῦ ἑβδόμου ἀναθεματισμο, ἧς ἡ ἀρχή ἐστι τόδε· Καὶ νῦν ἡμῖν οὐδὲν ἧττον διὰ τῶν ἴσων ἔρχεται λόγων τῆς ἀπολογίας ὁ τρόπος· Εἷς μὲν γάρ ἐστιν ὁμολογουμένως ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ αὐτὸς εἶναι πεπιστευμένος Θεός τε ὁμοῦ καὶ
10ἄνθρωπος. ρλβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας· Ὅτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις. Αὐτὸς δὲ
15ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρός, τὸν ἴδιον ἐζωοποίει ναὸν κατὰ τό· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἦν οὖν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον οὔτε μὴν ἑνὸς τῶν καθ’ ἡμᾶς ἀνθρώπων, ἀλλ’ ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα.
20 ρλγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας τοῦ ιβʹ ἀναθεματισμο· Τίς οὕτως ἐμβρόν‐ τητος, ὡς τῆς ἀνωτάτω πασῶν οὐσίας τὸ ἐμπαθὲς καθορίζειν καὶ εἰς τὴν τῶν ποιημάτων ἀσθένειαν κατασείειν ἀποτολμᾶν
τὸ παντὸς ἐπέκεινα γεννητοῦ καὶ ἀσώματον;168

169

ρλδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολο‐ γίας· Εἶτα τίς ὁ ἐνδοιάζων καὶ μετὰ τοῦτο ἔτι καὶ δεδιὼς εἰκῇ, μὴ ἄρα πως παθητὴν τοῦ Υἱοῦ τὴν φύσιν ὁ τοῦ μυστηρίου λόγος ἀποφήνῃ, ὅταν λέγηται παθεῖν σαρκί; Ἰδιοποιεῖται γάρ,
5ὡς ἔφην, τὰ τοῦ ἰδίου σώματος πάθη. Τοῦτο φρονεῖν ἐδόκει καὶ τῷ θεσπεσίῳ Πέτρῳ λέγοντι· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. Ἕτερον δὲ τὸ σαρκὶ λέγεσθαι παθεῖν καὶ ἕτερον ὁμοίως τὸ παθεῖν λέγεσθαι τῇ τῆς θεότητος φύσει. Ἐπειδὴ γάρ ἐστιν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, ἀπαθὴς μὲν τό γε ἧκον
10εἰς τὴν τῆς θεότητος φύσιν, παθητὸς δὲ κατὰ τὸ ἀνθρώπινον, τί ἄτοπον, εἰ τῷ παθεῖν πεφυκότι λέγεται παθεῖν, τῷ παθεῖν οὐκ εἰδότι μεμενηκὼς ἀπαθής; ρλεʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τοῦ προσ‐ φωνητικοῦ λόγου τοῦ πρὸς Θεοδόσιον τὸν
15εὐσεβέστατον βασιλέα, οὗ ἡ ἀρχ· Τῆς μὲν ἐν ἀνθρώποις εὐκλείας τὸ ἀνωτάτω καὶ ἀσυγ‐ κρίτοις διαφοραῖς· Τίνες δ’ ἂν εἶεν οἱ παρ’ ἑκάστῳ θρύλλοι καὶ τὰ ἄσεμνα μυθάρια, διειπεῖν ἀναγκαῖον. Οἱ μὲν γὰρ ὅτι πέφηνε μὲν ἄνθρωπος ὁ ἐκ Θεοῦ πατρὸς Λόγος,
20οὐ μὴν ὅτι καὶ πεφόρεκε τὴν ἐκ τῆς ἁγίας παρθένου σάρκα, φρονεῖν τε καὶ λέγειν τετολμήκασι, καταψεύδονται δὲ μόνην τοῦ μυστηρίου τὴν δόκησιν. Ἕτεροι δὲ αὖ κατερυθριᾶν σκηπτόμενοι τὸ δοκεῖν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν παραιτούμενοι, καὶ ἐκ τῆς ἄγαν
25ἀμαθίας νόθην τινὰ καὶ παρεφθαρμένην νοσοῦντες εὐλάβειαν,169

170

παρατετράφθαι φασὶ τὸν ἐκ Θεοῦ πατρὸς φύντα Λόγον εἰς ὀστέων τε καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ πλατὺ γελῶντες οἱ τάλανες, καὶ τὸ ἀπρεπὲς κατα‐ γράφοντες τῆς οὕτως ἀρίστης καὶ θεοπρεποῦς οἰκονομίας.
5 ρλϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Δοκεῖ γε μὴν καὶ ἑτέροις ἐνανθρωπῆσαι μὲν ἀληθῶς τὸν Μονο‐ γενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐψυχῶσ‐ θαι τελείως τὴν ἀναληφθεῖσαν σάρκα ψυχῇ λογικῇ καὶ νοῦν ἐχούσῃ τὸν καθ’ ἡμᾶς, εἰς ἑνότητα δὲ τὴν εἰς ἅπαν, ὥσπερ οὖν
10οἴονται, κατασφίγγοντες τόν τε ἐκ Θεοῦ Λόγον καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου ναόν, καὶ κατοικῆσαί φασιν ἐν αὐτῷ τὸν Λόγον, καὶ ἴδιον μὲν ποιήσασθαι σῶμα τὸ ἀναληφθέν, ψυχῆς δὲ αὐτὸν τῆς λογικῆς τε καὶ νοερῶς ἀναπληροῦν τὸν τόπον. ρλζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
15Ποῖον δέδωκε νῶτον ὑπὲρ ἡμῶν ἢ ποίαν τοῖς παίουσι παρειὰν ὑποστρώσας πρὸς τὰς ἐκ τῶν Ἰουδαίων διεκαρτέρει πληγάς; Ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα τίνα δὴ τρόπον οἰηθείη τις ἄν; Ἢ ποίαν, εἰπέ μοι, πλευρὰν διανύττοντες οἱ δορυφόροι Πιλάτου τὸ τίμιον αἷμα
20συναναβλύζον ὕδατι τοῖς θεωμένοις παρέδειξαν; ρληʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οἱ δὲ τῆς οὕτω παγκάλης καὶ ἀρίστης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τῆς σοφίας ἐπιτιμῶσι σκέμμασι. Μὴ γὰρ δὴ χρῆναι λέγουσιν
25ὠδῖνα καὶ τόκον τὸν ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ Μονο‐
γενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν εἰς τὸ σαθρὸν170

171

δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαν‐ τάζονται τοῦ τροπὴν οὐκ εἰδότος. Ἐρήρεισται γὰρ ἡ τοῦ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς καὶ ἀκατάσειστον ἔχει τὴν ἐν οἷς ἐστι διαμονήν. Φύσις μὲν γὰρ ἡ γεννητὴ καὶ χρόνῳ παρενεχθεῖσα
5πρὸς ὕπαρξιν πάθοι ἂν τὴν ἀλλοίωσιν, καὶ οὐκ ἔξω λόγου τοῦ καθήκοντός τε καὶ ἀληθοῦς τὸ χρῆμα κείσεται· τὸ γὰρ ἀρχὴν ὅλως τοῦ εἶναι λαχὸν οἱονεί πως ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι δεῖν. Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξῃρημένην τε καὶ ὑπερισχύουσαν
10ἀμείνων ἐστὶ καὶ τροπῆς, καὶ ὥσπερ τῷ τῆς ἰδίας φύσεως λόγῳ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ὑπερανέστηκέ τε καὶ ὑπερφέρεται, καὶ τοῦτο ἀσυγκρίτοις διαφοραῖς, οὕτω καὶ ἐν τοῖς εἰωθόσι συμβαίνειν τοῖς δι’ αὐτοῦ γεγονόσιν ὑπερανέστηκε πάλιν, παθεῖν οὐκ εἰδὼς τὸ πεφυκὸς ἀδικεῖν.
15 ρλθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὅτι δέ ἐστιν ἄτρεπτος μὲν καὶ ἀναλλοίωτος παντελῶς ἡ τοῦ Λόγου φύσις, ἀλλοιωτὴ δὲ πάντως ἡ γεννητή, καταθρῆσαί τις ἂν καὶ λίαν εὐκόλως, ἀναμελῳδοῦντος ἐν Πνεύματι τοῦ μακα‐ ρίου Δαυίδ· Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες
20ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλεί‐ ψουσι. Ποῦ τοιγαροῦν μεμένηκεν ὁ αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος, εἴπερ ἐστὶν ἀληθὲς ἰδεῖν, ὅτι μεθεὶς τὸ ἐρηρεισμένον τε καὶ ἀκλονήτως ἔχειν, καταπεφοίτηκε μὲν εἰς ὅπερ οὐκ ἦν, μεταπεποίη‐
25ται δὲ καὶ εἰς σαρκὸς φύσιν καὶ εἰς τὸ φθείρεσθαι πεφυκός; Ἆρ’ οὖν οὐχὶ λῆρός τε ἤδη καὶ μανία ταυτί; Καίτοι πῶς ἂν ἐνδοιάσειέ τις (ὥρα γὰρ εἰπεῖν ταῖς ἐκείνων ἀμαθίαις ἀντιτεί‐ νοντας ἀμαθέστερον) ὡς ἔστιν οὐκ ἀπεοικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾶν δύνασθαί ποτε
30καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας γενέσθαι σύστασιν; Εἰ γὰρ171

172

αὕτη τῆς θεότητος ἡ φύσις κατὰ τὴν ἐκείνων ἐμβροντησίαν εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδὲν ὡς ἔοικε τὸ ἀπεῖρ‐ γόν ἐστι τὴν μὲν κάτω τε καὶ ἰδίαν φύσιν ὑπερπέτασθαι καὶ τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ οὐσίαν τὴν ἀνωτάτω.
5 ρμʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσαιμεν ἄν, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένους τὸ ἀληθές, οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ γάρ που μόνῃ καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν
10Λόγον, παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ. Καταπεφρίκασι γάρ, οὐκ οἶδ’ ὅπως, ψυχωθείσῃ ψυχῇ λογικῇ τῇ ἀνθρωπίνῃ σαρκὶ κατὰ ἀλήθειαν ἡνῶσθαι τὸν Λόγον ὁμολογεῖν, τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτά‐ της πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου,
15θελήσει δὲ μόνῃ τῇ κατὰ σφὰς αὐτοὺς καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς ἀμαθῶς ᾑρημένοι καὶ φρονοῦντες ἀληθῶς παρ’ ὃ δεῖ φρονεῖν. Καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος; Ἐγὼ φράσω. Τὸν τοῦ Θεοῦ μεσίτην καὶ ἀνθρώπων κατὰ τὰς γραφὰς νοεῖσθαί φαμεν ἔκ τε τῆς καθ’ ἡμᾶς ἀνθρω‐
20πότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς, διαβεβαιούμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συν‐ δρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπράχθαι φύσεων· ἕνα δ’ οὖν ὅμως Χριστὸν καὶ κύριον καὶ υἱὸν ἐπιγινώσκομεν, ἐν
25ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. Ἀδιάσπαστον δὲ παντελῶς τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα.
ρμαʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·172

173

Υἱοὺς δὲ οὔ τί που δύο προσκυνήσομεν, ἀλλ’ οὐδὲ Χριστοὺς ἐροῦμεν δύο, κἂν ἐψυχῶσθαι πιστεύσωμεν ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν. Ὥσπερ γὰρ κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν, κἂν εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ
5Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀνὰ μέρος τὴν σάρκα τιθέντας καὶ ἀνὰ μέρος αὖ τὸν Μονογενῆ δυάδα Χριστῶν ὁμολογεῖν, οὕτω κἂν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τελείως ἐχούσῃ κατά γε τὸν τῆς φύσεως λόγον οἱονεὶ συνενη‐ νέχθαι τε καὶ ἡνῶσθαι λέγομεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν
10ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν διὰ τοῦτο. ρμβʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὅλον οὖν ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ Θεοῦ Λόγον. Οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι τὴν ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ
15σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. Ἐπράττετο δὲ δι’ ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον· προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῇ δὲ αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινα καὶ ἀνυπαίτια πάθη. Πεινῆσαι γὰρ λέγεται καὶ
20κόπους ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἐπαναγκάζοντος γὰρ οὐδενός, τέθεικεν ἀφ’ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα μὴν καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀνταποτιννὺς δῶρον
25ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον ἁπάντων ποιού‐ μενος. ρμγʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
Οὐ γάρ τι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαί ποτε τὴν173

174

ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς Ἅιδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν. Οὐκ ἐγκατελείφθη γὰρ εἰς Ἅιδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. Οὐ γάρ που τήν γε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα,
5τοῦ Μονογενοῦς τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φήσομεν. Οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος, εἰ μὴ μεμένηκεν εἰς τὸν Ἅιδην ὁ ἐκ Θεοῦ Λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως καὶ ὑπὲρ λόγον πληρῶν μὲν τὰ πάντα καὶ τοῖς πᾶσιν ἐπιδημῶν. Ἀνωτέρω γὰρ τόπου καὶ περιορισμοῦ
10καὶ μεγέθους μετρητοῦ τὸ θεῖον, αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρούμενον. Παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων ἀθαύμαστον, ὅτι σῶμα μὲν ἀνεβίω τὸ τῇ φύσει φθαρτόν (ἦν γὰρ ἴδιον τοῦ ἀφθάρτου Λόγου), ψυχὴ δὲ δὴ πάλιν τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρο‐ μήν τε καὶ ἕνωσιν καταπεφοίτηκε μὲν εἰς Ἅιδου, θεοπρεπεῖ δὲ
15δυνάμει καὶ ἐξουσίᾳ χρωμένη καὶ τοῖς ἐκεῖσε πνεύμασι κατε‐ φαίνετο. ρμδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν ὡς γυμνὴ καὶ καθ’ ἑαυτὴν ἡ θεότης τοῦ Μονογενοῦς καταπεφοίτηκεν εἰς Ἅιδου, διεκήρυξε δὲ τοῖς
20ἐκεῖσε πνεύμασιν, ἄποπτος οὖσα παντελῶς (κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ θεῖον). Ἀλλ’ οὐδὲ δοκήσει καὶ ἐσχηματισμένως εἰς τὸ ψυχῆς εἶδος αὐτὴν μεμορφῶσθαι δώσομεν (παραιτητέον γὰρ πανταχοῦ τὴν δόκησιν), ἀλλ’ ὥσπερ τοῖς ἔτι μετὰ σαρκὸς ἀνεστράφη μετὰ σαρκός, οὕτω καὶ ταῖς εἰς Ἅιδου ψυχαῖς ἐκή‐
25ρυξεν, ἴδιον ἔχων φόρημα τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν. ρμεʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Καὶ ἔστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι
τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ174

175

κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ’ ἐκ δυοῖν τελείοιν, ἀνθρω‐ πότητος δὴ λέγω καὶ θεότητος, καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν παρα‐ δόξως συνδούμενος. ρμϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
5Ἰστέον οὖν ὅτι θεωρεῖ μέν τινα φύσεων διαφορὰν ὁ νοῦς (ταὐτὸν γὰρ οὔτι που θεότης τε καὶ ἀνθρωπότης), εἰσδέξεται δὲ ὁμοῦ ταῖς περὶ τούτων ἐννοίαις καὶ τὴν ἀμφοῖν εἰς ἑνότητα συνδρομήν. ρμζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
10Ὁ γὰρ τῷ φύσαντι συναΐδιος καὶ πρὸ παντὸς αἰῶνος υἱός, ἐπειδὴ καταβέβηκεν εἰς τὴν ἀνθρώπου φύσιν, οὐκ ἀπολισθήσας τοῦ εἶναι Θεός, προσλαβὼν δὲ τὸ ἀνθρώπινον, νοοῖτ’ ἂν εἰκότως καὶ ἐκ σπέρματος γεγεννῆσθαι Δαυίδ, καὶ νεωτάτην ἔχει τὴν ἐν ἀνθρωπότητι γένεσιν· ἔστι δὲ οὐκ ἀλλότριον αὐτοῦ τὸ προσ‐
15ληφθέν, ἀλλ’ ἴδιον ἀληθῶς λελόγισται. ρμηʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἆρ’ οὖν ἄνθρωπον αὐτὸ δὴ τοῦτο ψιλὸν καὶ κατ’ οὐδένα τρόπον ἀνεστηκότα τῶν καθ’ ἡμᾶς λογιούμεθα τὸν Χριστόν; Μὴ γένοιτο. Τὴν δὲ τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθι‐
20κέσθαι δώσομεν, ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σῴζεσθαι παρὰ τοῦ Πατρός, καὶ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψομεν τὸν Ἐμμανουήλ; Ἢ περιτρέποντες εἰς τὴν ἀνθρω‐ πότητα καὶ εἰς μέτρον φύσεως τῆς καθ’ ἡμᾶς τὸ ὡς ἐν λόγοις σμικροπρεπές, δράσομέν τι τῶν ἐπαινουμένων καὶ ἐξ ὧν ἐστι
25Θεός, τὴν ὑπερκόσμιον αὐτοῦ κατοψόμεθα δόξαν, αὐτὸν εἶναι
συνέντες Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον;175

176

ρμθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν οὐχ ἑνω‐ θέντα τῷ Λόγῳ Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι. Ἀνθρωπότητι
5γὰρ καθ’ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός, ἀνωτέρω μὲν ἀνθρωπότητος, ὡς φύσει Θεὸς καὶ υἱός, οὐκ ἀτιμάζων δὲ τὸ καὶ ἐν ὑφέσει γενέσθαι δοκεῖν διὰ τὸ ἀνθρώπινον. Τοιγάρτοι ποτὲ μὲν ἔφασκεν· Ὁ ἑωρα‐ κὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,
10ποτὲ δὲ αὖ πάλιν· Ὁ Πατήρ μου μείζων μοῦ ἐστιν. Οὐ μείων γὰρ ὢν τοῦ Πατρὸς κατά γε τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ κατὰ πᾶν ὁτιοῦν τὸ ἰσοστατοῦν, ἐν ἐλάττοσιν εἶναί φησι διὰ τὸ ἀνθρώ‐ πινον. Κηρύττεται δὲ καὶ διὰ τῶν ἱερῶν γραμμάτων ποτὲ μὲν ὡς ὅλος ὢν ἄνθρωπος, σεσιωπημένης αὐτοῦ τῆς θεότητος οἰκο‐
15νομικῶς, ποτὲ δὲ αὖ πάλιν ὡς Θεός, σεσιωπημένης αὐτοῦ τῆς ἀνθρωπότητος· ἀδικεῖται δὲ κατ’ οὐδένα τρόπον διὰ τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν. ρνʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὤσπερ οὖν γέγονεν ἴδιον τῆς ἀνθρωπότητος ἐν Χριστῷ τὸ
20μονογενὲς διὰ τὸ ἡνῶσθαι τῷ Λόγῳ κατὰ σύμβασιν οἰκονομικήν, οὕτως ἴδιον τοῦ Λόγου τὸ ἐν πολλοῖς ἀδελφοῖς καὶ τὸ πρωτότο‐ κος διὰ τὸ ἡνῶσθαι σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν. ρναʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὑμεῖς προσκυνεῖτε φησὶν ὃ οὐκ οἴδατε, ἡμεῖς δὲ προσκυνοῦμεν
25ὃ οἴδαμεν. Εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι
συντεταγμένος; Ἐγὼ δὲ φαίην ἂν ὅτι τὸ τίς ἦν ὅλως τὸ ἐπὶ176

177

Χριστοῦ λεγόμενον ἀσύμφυλόν τε καὶ ἀμαθές· μεμέρισται γὰρ οὐδαμῶς. Ὁ δὲ τῷ γυναίῳ προσλαλῶν ὁ εἷς τε καὶ μόνος Ἰησοῦς Χριστὸς ἦν, ἐκ τῆς προσκυνούσης ἀνθρωπότητος καὶ ἐκ τῆς προσκυνουμένης θεότητος, τὸ εἶναί τε καὶ ὀνομάζεσθαι Θεός
5τε ὁμοῦ καὶ ἄνθρωπος ἀληθὲς ἔχων ἐφ’ ἑαυτῷ. ρνβʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε κατὰ τὸ γεγραμμένον.
10 ρνγʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς καταπεφοίτηκε μὲν ἐξ οὐρανῶν ἡ σάρξ, ἀλλ’ ἦν ἐκ παρθένου κατὰ τὰς γραφάς; Ἔστι δὲ οὐκ ἐδεστὸς ὁ Λόγος, ἀλλ’ εἰς ἓν ἄμφω συλλέγων κατὰ σύμβασιν οἰκονομικὴν τὰ τῶν φύσεων ἰδιώματα, διὰ μυρίων ἡμῖν ὅσων
15ἡμῖν ὁρᾶται λόγων. ρνδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Τετέχθαι φαμὲν ἐκ γυναικὸς τὸν Ἐμμανουήλ; Ποῦ τοιγαροῦν τὸ πρότερον ἦν ἢ πῶς ἀναβέβηκεν ἔνθαπερ εἶναί φησιν αὐτός, καίτοι τεχθέντος ἐκ τῆς ἁγίας παρθένου τοῦ ἑνωθέντος τῷ Λογῷ
20σώματος ψυχὴν ἔχοντος τὴν λογικήν; Οὐχὶ δὲ καὶ ἀπρακτεῖν ὁμολογήσαιμεν ἂν τὴν ἀπὸ γῆς σάρκα πρὸς τὸ δύνασθαι ζωοποιεῖν ὅσον ἧκεν εἰς ἰδίαν φύσιν; Πῶς οὖν, εἰπέ μοι, ζωοποιὸς
ἡ σάρξ; Ἢ πῶς ἂν νοοῖτο καὶ ἐξ οὐρανοῦ τὸ ἀπὸ γῆς; Καθ’177

178

ἕνωσιν δηλονότι τὴν πρός γέ φημι τὸν ζῶντά τε καὶ οὐρανόθεν Λόγον. ρνεʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Πανταχόθεν οὖν ἄρα συνωθούμενοι πρὸς ἀλήθειαν, καὶ τὸ τοῖς
5ἱεροῖς γράμμασι δοκοῦν ἰχνηλατεῖν εὖ μάλα σπουδάζοντες, καὶ ταῖς τῶν πατέρων ἑπόμενοι δόξαις, τὸν ἐκ ῥίζης Ἰεσσαί, τὸν ἐκ σπέρματος Δαυίδ, τὸν ἐκ γυναικὸς κατὰ σάρκα, τὸν μεθ’ ἡμῶν ὑπὸ νόμον ὡς ἄνθρωπον καὶ ὑπὲρ ἡμᾶς ὑπὲρ νόμον ὡς Θεόν, τὸν δι’ ἡμᾶς τε καὶ μεθ’ ἡμῶν ἐν νεκροῖς καὶ ὑπὲρ ἡμᾶς δι’ ἑαυτοῦ
10ζωοποιὸν καὶ ζωήν, υἱὸν εἶναι τοῦ Θεοῦ κατὰ ἀλήθειαν πιστεύομεν, οὔτε ψιλοῦντες θεότητος τὸ ἀναληφθέν, οὔτε μὴν ἀνθρωπότητος ἀπαμφιεννύντες τὸν Λόγον μετὰ τὴν ἄφραστον καὶ ἀπόρρητον ἕνωσιν. ρνϛʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς
15ἐπιστολῆς πρὸς τὰς βασιλίσσας Ἀρκαδίαν καὶ Μαρίναν, ἧς ἡ ἀρχ· Σεμνολόγημα μὲν οἰκουμενικόν· Τοῖς μαθηταῖς ἔλεγε· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς ὁ Χριστός. Οὐ γὰρ ὅτε τοῦτο τοῖς ἀποστόλοις παρήγγελλε, τοῦ
20φαινομένου σώματος τὴν οἰκείαν διώριζε θεότητα, οὐδὲ ὅτε Χριστὸν ἑαυτὸν διεμαρτύρατο εἶναι, ψυχῆς καὶ σαρκὸς διωρί‐ ζετο, οὕτως ἄμφω τυγχάνων Θεός τε καὶ ἄνθρωπος, δοῦλος ὁρώ‐ μενος καὶ Κύριος γνωριζόμενος, τὸ μὲν ὑψηλὸν τῆς θεότητος τῷ ταπεινῷ τῆς ἐνανθρωπήσεως ὑποκρυπτόμενος φρονήματι, τὸ δέ
25γε ταπεινὸν τοῦ ὁρωμένου σώματος τῇ τῆς θεότητος ὑπεραίρων ἐνεργείᾳ. ρνζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Διαμαρτύρασθαι δὲ οἶμαι κἀκεῖνο καλόν· ὥσπερ γάρ
ἐστιν ἐν θεότητι τέλειος ὁ ἐκ Θεοῦ πατρὸς Λόγος, οὕτω καὶ ἐν178

179

ἀνθρωπότητι τέλειος κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον, οὐκ ἄψυχον σῶμα λαβών, ἐψυχωμένον δὲ μᾶλλον ψυχῇ λογικῇ. ρνηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Θεός ἐστιν ὁ Χριστὸς ἑνώσει τῇ πρὸς τὸν Θεὸν Λόγον,
5εἰς τὴν αὐτοῦ δόξαν ἀναβαίνοντος τοῦ προσληφθέντος ναοῦ ἐκ τῆς ἁγίας παρθένου Μαρίας. ρνθʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Τί δὴ ἄρα φαμὲν εἰς ἐννοίας ἐρχόμενοι τὰς ἐπ’ αὐτῷ; Εἰ γὰρ ποιεῖ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ θρόνον ἔχει
10θεότητος, τίνα τρόπον χρίεται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως; Οὐκοῦν κτίζει μὲν ὡς Θεὸς ἀγγέλους, χρίεται δὲ ὡς ἄνθρωπος, οὐκ εἰς τὴν τῆς θεότητος φύσιν, ἀλλ’ εἰς τὸ τῆς οἰκονομίας εὐτεχνὲς ἐρχομένου τοῦ χρίσματος. ρξʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
15λῆς· Πῶς κατήργηται τοῦ θανάτου τὸ κράτος, εἰ μὴ τὸ πεσὸν εἰς θάνατον ἀνεβίω σῶμα, ἴδιον ὂν τῆς κατὰ φύσιν ζωῆς. ρξαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Τὴν ζωὴν τὴν αἰώνιον ἑωρακέναι φασὶ τοῖς ὀφθαλμοῖς καὶ μὴν καὶ χερσὶ ψηλαφῆσαι, καίτοι κατὰ φύσιν ἰδίαν τοῦ
20ἐκ Πατρὸς Λόγου καὶ ἀοράτου ὄντος καὶ ἀναφοῦς· ἀναφὲς γὰρ τὸ ἀσώματον. Ἀλλ’ ἐν σαρκὶ γεγονότα τὸν Λόγον ψυχὴν ἐχούσῃ τὴν λογικὴν ἑωρακέναι τε καὶ ψηλαφῆσαί φησιν. Εἷς οὖν ἄρα ἐστὶν ὁ υἱὸς καὶ κύριος Ἰησοῦς Χριστός.
ρξβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐179

180

λῆς· Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ καὶ μὴ μόνον ἀνθρώπου, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτόν, ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόρρητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν. Ἰδίᾳ τοίνυν πέπονθε σαρκί, καίτοι τοῦ
5παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ἐστὶ καὶ ἄνθρωπος ὁ Χριστός, θεϊκῶς μὲν ἀπαθής, παθητὸς δὲ κατὰ σάρκα. ρξγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Τὸ κατὰ φύσιν ἅγιον οὐχ ἁγιάζεται, ὅτι μὴ ἔστι προσδεὲς
10ἁγιασμοῦ· τό γε μὴν ὡς ἐν μεθέξει τῇ παρ’ ἑτέρου γεγονὸς ἅγιον ἁγιάζειν ἑτέρους οὐ δύναται. Πῶς οὖν ὁ αὐτὸς ἁγιάζει καὶ ἁγιάζεται ζητητέον. Ἁγιάζει τοίνυν ὡς Θεός, ἰδίωμα φύσεως τῆς ἑαυτοῦ τὸ ἁγιάζειν δύνασθαι λαχών· ἁγιάζεται δὲ μεθ’ ἡμῶν κατὰ τὸ ἀνθρώπινον. Εἷς οὖν ἄρα Χριστὸς καὶ υἱὸς καὶ κύριος,
15ἁγιάζων μὲν θεϊκῶς, ἁγιαζόμενος δὲ μεθ’ ἡμῶν ἀνθρωπίνως. ρξδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Οὐδεὶς ἀναβέβηκε, φησίν, εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. Πῶς καταβέβηκεν ἐξ οὐρανοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου, καίτοι τῆς ἁγίας σαρκὸς
20γεννηθείσης ἐκ γυναικός; Ἀλλ’ ἴδιον ἦν τὸ σῶμα τοῦ ἐξ οὐρανοῦ καταφοιτήσαντος Λόγου, ὃς καὶ γέγονεν υἱὸς ἀνθρώπου. Εἷς οὖν ἄρα Χριστὸς καὶ υἱός· οὕτως ἴδια μὲν τῆς σαρκὸς τὰ τοῦ Λόγου γέγονεν, ἴδια δὲ τοῦ Λόγου τὰ τῆς σαρκὸς δίχα μόνης ἁμαρτίας διὰ τὴν ἄφραστον ἕνωσιν.
25ρξεʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς ἐπι‐
στολῆς τῆς πρὸς τὰς εὐσεβεστάτας βασι‐180

181

λίδας Πουλχερίαν καὶ Εὐδοκίαν, ἧς ἡ ἀρχ· Τοῖς τὸ θεῖον καὶ οὐράνιον ἱερουργοῦσι κήρυγμα διὰ φωνῆς Ἠσαίου διακελεύεται λέγων ὁ τῶν ὅλων Θεός· Ἐπ’ ὄρος ὑψηλὸν
5ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον...· Οὐδεὶς μὲν γὰρ λόγος διερμηνεύσειεν ἂν τὸν τῆς θεότητος πλοῦ‐ τον, πτωχὴ δὲ λίαν ἡ ἀνθρωπότης, ᾗ πάντα ἐστὶ θεόσδοτά τε καὶ ἄνωθεν, καὶ αὐτὸ δὲ πρὸ πάντων τὸ εἶναι· κέκληται γὰρ παρὰ Θεοῦ πρὸς ὕπαρξιν, οὐκ οὖσα ποτέ. Ἀλλ’ ὁ πλούσιος ὡς
10Θεὸς ἐθελοντὴς ἐπτώχευσεν, ἵνα λοιπὸν ἡ ἀνθρώπου φύσις ἐν τοῖς τῆς θείας ὑπεροχῆς ὑψώμασιν ἐν Χριστῷ γενομένη, τὸ τῆς πτωχείας αἶσχος ἀποσκευάζοιτο. Συνήγειρε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ πατὴρ ἐν Χριστῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, καθὰ γέγραπται, ἀλλ’ οὐκ ἂν γεγόναμεν ἐν τούτοις, εἰ μὴ τὴν
15πτωχεύουσαν ἠμπέσχετο φύσιν, τουτέστι περιελάβετο. ρξϛʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Πῶς οὖν ἄρα κεκοινώνηκεν αἵματος καὶ σαρκός; Ψυχὴ γὰρ ἡ ἀνθρωπίνη φύσιν ἑτέραν ἔχουσα παρὰ τὴν σάρκα, τῇ πρὸς αὐτὴν συνθέσει καθ’ ἕνωσιν τὸ ἕν τε καὶ λογικὸν ἀποτετέ‐
20λεκε ζῷον, τουτέστι τὸν ἄνθρωπον. Οὕτω τοιγαροῦν καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐψυχωμένῃ σαρκί, καὶ οὐκ ἀψύχῳ κατά τινας, ἑαυτὸν ἀπορρήτως ἑνώσας, μετέσχεν αἵματος καὶ σαρκὸς παρα‐ πλησίως ἡμῖν, διὰ γεννήσεως δηλονότι τῆς ἐκ γυναικός. Εἷς οὖν ἄρα κύριος Ἰησοῦς Χριστός, ὡς ἑνώσαντος μὲν ἑαυτῷ τοῦ
25Θεοῦ Λόγου τὸ ἀνθρωπίνον, μεμενηκότος δὲ καὶ οὕτως ὅπερ ἦν. ρξζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
λῆς· Ἑνὸς Χριστοῦ καὶ υἱοῦ τὸν θάνατον καταγγέλλοντες καὶ181

182

ὁμολογοῦντες τὴν ἀνάστασιν, δικαιούμεθα διὰ πίστεως. Οὐκοῦν ὁ αὐτὸς ὡς εἷς τε καὶ μόνος ὑπάρχων Χριστὸς Ἰησοῦς, ἀποθ‐ νῄσκει μὲν ἀνθρωπίνως ὡς ἄνθρωπος, ζῇ δὲ θεϊκῶς ὡς Θεός. ρξηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
5λῆς· Ἕνα λέγοντες τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ αὐτῷ προσνέμοντες τά τε ἀνθρώπινα καὶ θεοπρεπῆ, τοῖς μὲν τῆς κενώσεως μέτροις πρέπειν ἀληθῶς διαβεβαιούμεθα τό τε τὴν σωματικὴν αὔξην ἐπιδέχεσθαι καὶ μὴν καὶ τὸ κραται‐ οῦσθαι, τῶν τοῦ σώματος μορίων ἁδρυνομένων κατὰ βραχύ,
10καὶ αὐτὸ δὲ τὸ δοκεῖν πληροῦσθαι σοφίας διά γε τὸ οἱονεὶ πρὸς ἐπίδοσιν τῆς τοῦ σώματος ἡλικίας πρεπωδεστάτην τῆς ἐνούσης αὐτῷ σοφίας ἀναφοιτᾶν τὴν ἔκφανσιν. Καὶ ταυτὶ μέν, ὡς ἔφην, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πρέποι ἂν καὶ τοῖς τῆς φύσεως μέτροις· τῇ δέ γε φύσει τοῦ Λόγου πρέποι ἂν πάλιν τὸ ἀεὶ
15τελείως ἔχειν καὶ εἶναι σοφίαν. Αὐτοῦ τοιγαροῦν ἀνθρωπίνως τὸ ὡς ἐν κενώσει τυχὸν ἀφειμένον, αὐτοῦ δὲ ὁμοίως τὰ θεοπρεπῆ θεϊκῶς. ρξθʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Καίτοι σοφία καὶ δύναμις ὑπάρχων αὐτοῦ, εἶτα πῶς
20ἂν ἠγνόησεν ἡ σοφία τοῦ Πατρὸς τὰ ἐν αὐτῷ κεκρυμμένα; Καὶ εἰ τὸ Πνεῦμα λέγεται πάντα ἐρευνᾶν καὶ τὰ βάθη τοῦ Θεοῦ, Πνεῦμα δέ ἐστι τοῦ Χριστοῦ, πῶς ἂν αὐτὸς ἠγνόησεν ἅπερ οἶδεν ἀκριβῶς τὸ Πνεῦμα αὐτοῦ; Οὐκοῦν κἂν ἀγνοεῖν ἀνθρωπίνως λέγηται, ἀλλ’ οἶδε θεϊκῶς. Καὶ γοῦν ποῦ τέθειται Λάζαρος
25ἐρωτῶν, ὡς ἐξὸν αὐτῷ μὴ εἰδέναι κατὰ τὸ ἀνθρώπινον, ἐνήργηκε θεϊκῶς, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀπονέμοντες τοίνυν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τὰ ἀνθρώπινα, τηρήσωμεν εὐσεβῶς τῷ
ἐκ Θεοῦ φύντι Λόγῳ τὰ θεοπρεπῆ.182

183

ροʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ἐν τίνι κατῴκηκε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματι‐ κῶς; Ἰδικῶς μὲν οὖν καὶ κατὰ μόνας ἐν τῇ τοῦ Λόγου φύσει τοῦτο πεπράχθαι νομίζειν εὔηθες κομιδῇ, ἴσον γὰρ εἰπεῖν ὡς
5αὐτὸς ἐν ἑαυτῷ κατῴκηκεν ὁ Μονογενής· πιστεύοντας δὲ ὅτι γέγονε σὰρξ ὁ Λόγος, οὐ κατὰ μετάστασιν ἢ τροπήν, ἀλλ’ ὅτι μᾶλλον ἐσκήνωσεν ἐν ἡμῖν καὶ ναὸν ἴδιον ἐποιήσατο τὸ ἑνωθὲν αὐτῷ κατὰ ἀλήθειαν σῶμα ψυχὴν ἔχον τὴν λογικήν, εὐσεβὲς εἰπεῖν ὅτι τὴν ἐν τῇ ἁγίᾳ σαρκὶ τοῦ Λόγου κατοίκησιν
10ἤγουν ἕνωσιν ἀληθῆ κατασημαίνων ἡμῖν ὁ θεσπέσιος Παῦλος· ἐν αὐτῷ, φησί, κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος. ροαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Οὐκοῦν ἐπειδήπερ ἀνέφικτον ἦν τῇ ἀνθρώπου φύσει τὸ καταργῆσαι θάνατον (κεκράτητο γὰρ ὑπ’ αὐτοῦ, κατακομιζούσης
15αὐτὴν εἰς τοῦτο τῆς ἀρχαίας ἐκείνης ἀρᾶς), ἀναγκαίως ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος τὴν θανάτῳ κάτοχον ἠμπέσχετο φύσιν, τουτέστι τὴν καθ’ ἡμᾶς ἤτοι τὴν ἀνθρωπίνην, ἵνα ταύτην ἀπαλλάξῃ καὶ θανάτου καὶ φθορᾶς. ροβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
20λῆς· Πῶς οὖν ὁ αὐτὸς καὶ ἀσθενείας κρείττων εἶναι πεπίστευται καὶ ὡς υἱὸς τετελειωμένος, σταυροῦται δὲ καὶ ἐξ ἀσθενείας; Οὐκοῦν ἀκόλουθον ἐννοεῖν ὡς ἠσθένησε σαρκικῶς σταυρὸν ὑπο‐ μείνας, ἔτι γε μὴν ὡς Θεὸς τοῦ ἀσθενεῖν ἐπέκεινα· τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
25ρογʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐
λῆς· Πῶς ἐμφανίζεται νυνὶ τῷ προσώπῳ τοῦ183

184

Πατρός· Οὐκοῦν ἐμφανίζεται ξένως καὶ οὐκέτι γυμνὸς καὶ ἄσαρκος Λόγος, καθάπερ ἀμέλει καὶ ἐν ἀρχαῖς ἦν, ἀλλ’ ἐν μορφῇ τε καὶ φύσει τῇ καθ’ ἡμᾶς· φαμὲν γὰρ οὕτως αὐτὸν ὑπὲρ ἡμῶν ἐμφανισθῆναι νυνὶ καὶ οἷον ἐν ὄψει τοῦ Θεοῦ καὶ πατρὸς τὴν
5ἀνθρώπου φύσιν ἀγαγεῖν, καίτοι γενομένην ἐν ἀποστροφῇ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. ροδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Οἱ τῆς Ἀπολιναρίου δόξης ἡττώμενοι καὶ τὰ αὐτῷ δοκοῦντα φρονεῖν ᾑρημένοι, ἐνιστάμενοί τε καὶ λέγοντες ἄψυχόν
10τε καὶ ἄνουν ὑπάρχειν τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν, τί δὴ ἄρα φαῖεν ἄν, γεγραφότων ἡμῖν τὰ τοιάδε τῶν ἁγίων εὐαγγελιστῶν περὶ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ; Πτοίας μὲν γὰρ καὶ λύπης καὶ τῶν εἰς δειλίαν αἰτιαμάτων ἀνεπίδεκτος παντελῶς εἴη ἂν κατά γε τὸ ἀληθὲς ἡ θεία τε καὶ ἀνωτάτω τοῦ Λόγου φύσις.
15Παραιτήσεται γὰρ εἰς ἅπαν τὸ ἔν γε τούτοις εἶναι ποτὲ καὶ παθῶν ὅλως τῶν καθ’ ἡμᾶς οὐκ ἀνέξεται. Σῶμα δὲ πάλιν ἄψυχόν τε καὶ ἄνουν οὐκ ἂν εἰσδέξαιτο λύπην, ἀλλ’ οὐδ’ ἂν ἐννοήσειέ τι τῶν σκυθρωπῶν ἢ τῶν ἐκ τῶν ἔσεσθαι προσδοκωμένων προαναθρήσει φόβον. Πάθοι δ’ ἂν τὰ τοιάδε κατά γε τὸ πᾶσιν, ὥς γε οἶμαι,
20δοκοῦν ψυχὴ λογικὴ κατασκεπτομένη τῷ νῷ τά τε ἤδη παρόντα καὶ πρός γε τούτοις τὰ συμβησόμενα. Πῶς οὖν ἄρα φησὶν ὁ Ἐμμανουήλ· καὶ νῦν ἡ ψυχή μου τετάρακται; Πῶς δὲ ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν; Ἢ καὶ ποῖον ὅλως εἰς χεῖρας τοῦ Θεοῦ καὶ πατρὸς παρέθετο πνεῦμα, εἰ καὶ τῆς θεότητος τὸ
25χρῆμα ἐστὶν ἀλλότριον καὶ μὴν καὶ μόνης καὶ ἀψύχου σαρκός; Πρόδηλον οὖν ὅτι γέγονεν ἄνθρωπος ὁ Μονογενής, οὐκ ἄψυχόν τε καὶ ἄνουν σῶμα λαβών, ἐψυχωμένον δὲ μᾶλλον ψυχῇ λογικῇ καὶ τελείως ἐχούσῃ κατά γε τὸν αὐτῇ πρέποντα λόγον, καὶ ὥσπερ
οἰκειοῦται πάντα τὰ τοῦ ἰδίου σώματος, οὕτω καὶ τὰ τῆς ψυχῆς·184

185

ἔδει γὰρ αὐτὸν διὰ παντὸς ὁρᾶσθαι πράγματος σαρκικοῦ τε ἅμα καὶ ψυχικοῦ. ροεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστο‐ λῆς· Ὥσπερ οἰκονομικῶς συγκεχώρηκε τῇ ἰδίᾳ σαρκὶ παθεῖν
5τὰ ἴδια, οὕτω πάλιν συνεχώρει καὶ τῇ ψυχῇ τὰ οἰκεῖα παθεῖν καὶ τὸ τῆς κενώσεως μέτρον τετήρηκε πανταχοῦ. ροϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰουλιανοῦ δευτέρου βιβλίου, λόγου δὲ ἕκτου, οὗ ἡ ἀρχ· Ἐπὶ καιροῦ δὲ πάλιν ἐροῦμεν τὰ ἐκ
10τῆς θεοπνεύστου γραφῆς· ἔφη γὰρ ὅτι θάνα‐ τος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· Πῶς οὐκ ἐρυθριᾷ νεκρὸν ὀνομάζων τὸν τῶν ὅλων σωτῆρα Χριστὸν τῇ τῆς θεότητος φύσει, καίτοι παθόντα σαρκὶ καὶ δι’ ἡμᾶς θανάτου γευσάμενον, ἵνα τὴν ἀνθρώπου φύσιν ἀναστοιχειώσῃ πρὸς ἀφθαρσίαν; Οὐ
15γὰρ μεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον, καθελὼν τοῦ θανάτου τὸ κράτος. ροζʹ. Τοῦ αὐτοῦ βιβλίου, λόγου ὀγδόου, οὗ ἡ ἀρχ· Φέρεται μὲν οὖν τῷ σοφῷ κατὰ τῆς ἀρρήτου δόξης ὁ πόλεμος· Οὐ συνεστάλθαι
20φαμὲν τὸν ἀχώρητον, οὔτε μὴν τῷ τοῦ σώματος ἐμπεριειλῆφθαι μέτρῳ. Κομιδῇ γὰρ εὔηθες καὶ ἀσύνετον ὁλοτρόπως τοιοῦτόν τι φάναι περὶ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς. Εἷς μὲν γὰρ ὢν καὶ μόνος υἱὸς καὶ σωματικῆς φαντασίας ἐπέκεινα παντελῶς, ὅλος ἐστὶ κατὰ μέθεξιν ἐν παντί τε καὶ πανταχοῦ, καὶ ἐν τοῖς
25καθ’ ἕνα σχετικῶς, μὴ μεριζόμενος, μήτε τεμνόμενος, ἀλλ’ ἔξω
πάντων τῇ φύσει, καὶ ἐν πᾶσιν ὡς Θεός. Ἐν ἐκείνῳ δὲ τῷ185

186

πανάγνῳ καὶ ἁγίῳ σώματι ψυχὴν ἔχοντι τὴν λογικὴν κατῴκηκε μὲν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καθὰ γέγραπται, καὶ ἦν ὡς ἐν ἰδίᾳ σαρκί, πλὴν ἐπλήρου καὶ οὕτω τὰ πάντα. Ὥσπερ δὲ τῆς ἡλιακῆς ἀκτῖνος, ἢ τέλμασιν ἐμβαλούσης ἤγουν
5ἑτέραις ἀκαθαρσίαις, περὶ αὐτὴν ἔσται τὸ βλάβος οὐδέν, οὕτω καὶ ἡ ἄχραντος καὶ ἀκήρατος φύσις, κἂν εἰ ὁμιλήσαι τυχὸν τοῖς ἀπὸ γῆς σώμασιν, ὀνίνησιν μᾶλλον αὐτὰ καὶ τῶν ἀδικεῖν πεφυκότων οὐδὲν εἰς ἑαυτὴν ἀναμάξεται. Προσεπειπεῖν δὲ οἶμαι κἀκεῖνο πρέπειν· τὰ μὲν γὰρ ἡμέτερα σώματα καὶ παθῶν
10ἡττᾶται καὶ πίπτει ῥᾳδίως εἰς τὸ φιλήδονον, καὶ τόν γε τῆς ἁμαρτίας ἐν σφίσιν αὐτοῖς ἠρρωστήκασι νόμον. Ἀλλ’ οὐκ ἔν γε τῷ θείῳ καὶ ἁγίῳ σώματι τοῦ Χριστοῦ τοιοῦτόν τι κινεῖσθαί φαμεν, ἀλλ’ ἦν ἅπαντα φροῦδα τὰ ἐκτοπώτατα τῶν παθῶν, καὶ ὡς ἴδιον γεγονὸς τοῦ ἑνωθέντος αὐτῷ καὶ ἐνοικοῦντος
15Λόγου, κατεπλούτει τὸν ἁγιασμόν. Ναὸς γὰρ ἦν ἅγιος τοῦ καὶ τὴν ἄλλην ἅπασαν ἁγιάζοντος κτίσιν. ροηʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰουλια‐ νὸν βιβλίου τρίτου, λόγου τετρακαιδεκάτου, οὗ ἡ ἀρχ· Ὁ θεσπέσιος προφήτης Ἰερε‐
20μίας ἤγουν ὁ δι’ αὐτοῦ Θεὸς τοῖς τῆς ἀλη‐ θείας ἐχθροῖς οἱονεί πως· Πῶς ἐπιστεύσαμεν ὅτι Θεὸς ὢν ὁ Λόγος ἐνηνθρώπησεν ἀληθῶς, εἰ τὸ τῆς ἀνθρωπό‐ τητος παραιτεῖτο σμικροπρεπές· ἔστι τοίνυν καὶ αὔξης καὶ σοφίας ἀπροσδεής, παντέλειος ὢν ὡς Θεός· οἰκονομικώτατα δὲ
25καὶ σοφῶς τῇ τοῦ σώματος φύσει διδοὺς τὸ διὰ τῶν ἰδίων εἶναι νόμων, ἁδρύνεσθαι κατὰ βραχὺ τὰ τοῦ σώματος ἀφίει μέλη· τοσαύτην δὲ καὶ σοφίας ἐποιεῖτο τὴν ἔμφασιν, ὅσηνπερ ἦν εἰκὸς τῇ τοῦ σώματος ἡλικίᾳ πρέπειν, ἵνα μὴ τῷ περιττῷ καὶ πέρᾳ
τοῦ δέοντος ξένον τι καὶ ἀσύνηθες εἶναι νομίζηται.186

187

ροθʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς αὐτῆς βίβλου τρίτης, λόγου δωδεκάτου, οὗ ἡ ἀρχ· Πειρᾶται μὲν οὖν ὁ δι’ ἐναντίας πολυ‐ τρόποις συκοφαντίας εὑρήμασιν ἐκπολιορ‐
5κεῖν τὴν ἀλήθειαν· Ἐπειδὴ δὲ μετὰ τοῦ εἶναι Θεὸς καὶ ἄνθρωπος ἦν ὁ αὐτός, οὐκ ἀτιμάζει τὰ ἀνθρώπινα διὰ τὴν οἰκονομίαν, ἀφίησι δὲ ὥσπερ τῇ καθ’ ἡμᾶς φύσει τὸ καὶ ἐν μεθέξει γενέσθαι καὶ λύπης καὶ ἀδημονίας· ἦν δὲ δὴ καὶ ἑτέρως ὑπάρχουσαν ἀσθενῆ τὴν ἀνθρώπου φύσιν δι’ αὐτοῦ καὶ πρῶτον
10πρὸς εὐτολμίαν ἀναφοιτᾶν· ὡσαύτως καὶ τοῦ θανάτου κατα‐ θρασύνεσθαι καὶ πρός γε τοῦτο καλοῦντος ἡμᾶς ἀναγκαίου πράγματος. ρπʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου, λόγου τρισκαιδεκάτου, οὗ ἡ ἀρχ· Ἀκόρεσ‐
15τος μὲν εἰς φιλοψογίας ὁ τῶν ἁγίων κατή‐ γορος· Σήμερον μετ’ ἐμοῦ, φησίν, ἔσῃ ἐν τῷ παραδείσῳ· ἀπιστεῖ δὲ τούτοις ὁ τῆς ἀληθείας ἐχθρός· πῶς γὰρ ἐνεχώρει, φησί, καὶ ἐν τῷ παραδείσῳ κατ’ αὐτὴν εἶναι τὴν ἡμέραν καὶ ἐν τῇ καρδίᾳ τῆς γῆς; Ὅτι δὲ ταῦτα πεφρονηκὼς καὶ λέγων, ἔξω
20φέρεται σκοποῦ καὶ τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως τὸ μυστήριον οὐδ’ ὅσον εἰπεῖν ἐν φαντασίαις ἔχει γυμναῖς, πῶς οὐκ ἔστιν ἰδεῖν; Ἔκειτο μὲν γὰρ ἐν μνημείῳ τὸ πανάγιον αὐτοῦ σῶμα νεκρόν τε καὶ ἄπνουν, ἀλλ’ ἦν πανταχοῦ Θεὸς ὢν φύσει· μεστὰ γὰρ αὐτοῦ τὰ πάντα, καὶ ἀποδημεῖ δὲ ὅλως οὐδενός.
25Οὕτω καὶ ὁ μακάριος ψάλλει Δαυίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου· καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν Ἅιδην,
πάρει.187

188

ρπαʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τοῦ λόγου τοῦ κατὰ Διοδώρου ἐπισκόπου Ταρσο, οὗ ἡ ἀρχ· Προτετάξεται μὲν τῆς ἀληθείας οὐδὲν παρά γε τοῖς ἀγαπῶσιν αὐτὴν καὶ εὖ
5εἰδόσι λαλεῖν τὰ περὶ αὐτῆς· Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν τὴν ἑτερότητα τῶν ἰδιωμάτων καταδεῖξαι βεβουλη‐ μένον, σαρκός τέ φημι καὶ θεότητος, δι’ ὧν ἦν εἰκὸς ἐννοιῶν τε καὶ λόγων ἐπ’ αὐτὸ δὴ τοῦτο χωρεῖν· οὐ γὰρ ταὐτὸν τό γε ἧκον εἰς ποιότητά φημι τὴν ἐνοῦσαν ἑκατέρῳ τῶν ὠνομασμένων, σῶμά
10τε καὶ ἀσώματον, ἡ ἐξ ἀνθρωπίνου φυράματος ληφθεῖσα σὰρξ καὶ ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ πατρὸς ἀναλάμψας Λόγος. Πλὴν οὐ ταύτης ἕνεκα τῆς αἰτίας διαιρετέον εἰς δύο Χριστοὺς καὶ υἱοὺς τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν. ρπβʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
15Ὅτι δὲ καὶ ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ τοῦ Κυρίου τὴν σάρκα, πλεισταχοῦ μὲν εἴρηται πρὸς ἡμῶν, διαβεβαιούμεθα δὲ καὶ νῦν οὐχ ἑτέρως ἔχειν. ρπγʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἀκουέτω δὴ καὶ πρὸς ἡμῶν ὁ Διόδωρος· εἰ δὴ σάρκα λέγεις ὃν
20δὴ ναζωραῖον ἤγουν ἄνθρωπον ἀναληφθέντα καλεῖς, δεῖξον ἡμῖν σεαυτὸν περιστολῆς ἁπάσης καὶ προσωπείου δίχα, εἰπὲ δὴ σαφῶς ἃ φρονεῖν ἀξιοῖς καὶ μὴ ὡς ἄψυχον ἁπλῶς ὀνομάζων σάρκα, πειρῶ συναρπάζειν ἀκροωμένους. Ἐπεὶ καὶ ἡμεῖς αὐτοί φαμεν ὅτι κατά γε τὸν ἰδιότητος λόγον, εἴη που ἂν δὴ πάντως
25ἑτεροφυὴς ἡ σὰρξ παρὰ τὸν ἐκ Θεοῦ πατρὸς φύντα Λόγον, πλὴν αὐτοῦ γέγονε καθ’ ἕνωσιν ἀδιάσπαστον. ρπδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἔστι δὲ μᾶλλον εἷς τε καὶ ὁ αὐτὸς Υἱός, ὥστε καὶ ἐκ τῆς τοῦ
Θεοῦ καὶ πατρὸς οὐσίας νοεῖσθαι θεϊκῶς καὶ ἐξ ἡμῶν ἀνθρω‐188

189

πίνως, ἤγουν ἐκ σπέρματος Δαυίδ. Ὠνομάσθη προφήτης κατὰ Μωσέα καὶ οὐκ ἀπιστοῦμεν αὐτοῦ τῇ κλήσει, ἐπείπερ ἐγνώ‐ καμεν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, οὐκ αὐτὸς ἦν ὁ ναὸς οὔτε μὴν εἰς ἰδίαν φύσιν καθὸ νοεῖται Θεὸς τὴν λύσιν
5ἐδέχετο, ἀλλ’ ἦν ἴδιον αὐτοῦ τὸ λυθὲν καθάπερ ἀμέλει καὶ ἡμῶν ἑκάστου τὸ ἴδιον σῶμα. ρπεʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἡ γὰρ ἐκ τῆς ἁγίας παρθένου γέννησις οὐχ ὁδὸς εἰς ὕπαρξιν εὑρέθη τῷ Λόγῳ ἀλλ’ εἰς φανέρωσιν τὴν μετὰ σαρκός· καὶ
10ἥκιστα μέν ἐστι θνητὸς ἐκ θνητῶν, ζωὴ δὲ μᾶλλον ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ἀλλ’ ἴδιον γέγονε τῆς ζωῆς τὸ θνητὸν ἐκ θνητῶν καὶ τῷ θανάτῳ κάτοχον σῶμα, ἵνα δι’ αὐτοῦ τῷ θανάτῳ προσβαλὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν, ἀναμορφώσῃ πρὸς ἀφθαρσίαν καὶ θανάτου κρεῖττον ἀποφήνῃ τὸ τῷ θανάτῳ κεκρατη‐
15μένον, τό γε ἧκον εἰς ἰδίαν φύσιν· ἠτόνησε γὰρ ἐμβαλὼν ὁ θάνατος τῷ σώματι τῆς ζωῆς. ρπϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὅτι γὰρ τροπῆς ἀποσκίασμα παθεῖν ὁ τοῦ Θεοῦ Λόγος οὐκ ἀνέχεται, ἀλλ’ οὐδ’ ἂν ἡ σὰρξ ἀφεῖσα τοῦθ’ ὅπερ ἐστίν, εἰς τὴν
20τοῦ ἑνωθέντος αὐτῇ Λόγου μεταβάλῃ φύσιν ἅπας τις οὖν οἶμαι τῶν εὐφρονούντων ἐρεῖ. ρπζʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Βραχὺ γὰρ ἀπενεγκόντες εἰ δοκεῖ τοῦ προσώπου τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τὴν βάσανον, ὅταν αὐτὴν καθ’ ἑαυτὴν
25ὅ τί ποτέ ἐστι πολυπραγμονήσωμεν, ἓν τῶν ὠνομασμένων τὴν
φύσιν ἕτερον ἂν εἴη παντελῶς καὶ ἕτερον, δουλικὴ μορφὴ καὶ189

190

δεσποτική, ἤγουν ἀνθρωπίνη καὶ θεϊκή, ἀμνὸς καὶ ἀρχιερεύς, ποιητὴς καὶ ποίημα. ρπηʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖς· οὐκοῦν οὐ κατῴκηκεν ἐν αὐτῷ πᾶν τὸ
5πλήρωμα τῆς θεότητος σωματικῶς; Ἀληθὲς καὶ τοῦτο καὶ οὐκ ἀρνήσαιτό τις τὸ γεγραμμένον, πλὴν ἐκεῖνό φαμεν ὅτι οὐκ ἐν ἀλλοτρίῳ σώματι κατῳκηκέναι νοοῦμεν τὴν θεότητα τοῦ υἱοῦ, ἀλλ’ ὡς ἐν ἰδίῳ μᾶλλον ναῷ, καθάπερ ἀμέλει καὶ τὴν τοῦ ἀνθρώ‐ που ψυχήν, ἑτέραν μὲν οὖσαν κατὰ τὴν σάρκα, τελοῦσάν γε μὴν
10ὁμοῦ τῇ σαρκὶ πρὸς ὑπόστασιν ἑνὸς ἀνθρώπου Πέτρου τυχὸν ἢ Παύλου. Πλὴν καὶ ὑπὲρ τοῦτο νοεῖται Χριστός. Οὐ γάρτοι τὸν τοῦ Θεοῦ Λόγον ἀντὶ ψυχῆς γενέσθαι φαμὲν τῷ σώματι, κατά γε τό τισιν ἐκτοπώτατα δοκοῦν· διαβεβαιούμεθα δὲ μᾶλλον ἐψυχῶσθαι ψυχῇ νοερᾷ τὸ ἅγιον αὐτοῦ καὶ ἄχραντον σῶμα.
15 ρπθʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Παντέλειος μὲν καὶ ὁμολογουμένως καὶ ἀναυξὴς ὁ τοῦ Θεοῦ Λόγος· γεγέννηται γὰρ ἐκ τελείου Πατρός, ἐκ σοφίας σοφία καὶ δύναμις ἐκ δυνάμεως. Ἐπειδὴ δὲ πρόσεστιν αὐτῷ τὸ ἀναλλοιώ‐ τως ἔχειν κατὰ φύσιν, ἀδικηθεὶς οὐδὲν ὑπὸ τοῦ γενέσθαι ἐν ναῷ,
20μεμένηκεν ὁ αὐτός, τουτέστι παντέλειος καὶ σοφία καὶ δύναμις, καὶ προέκοπτε μὲν ἡ σὰρξ ἁδρυνομένη κατὰ βραχὺ κατά γε τὸν τῆς φύσεως νόμον, ὁ δὲ ἑνωθεὶς αὐτῇ Λόγος τῆς ἑαυτοῦ σοφίας τὴν ἔκφασιν ἐποιεῖτο κατὰ βραχύ, καὶ οἷον συμπαρα‐ τρέχουσαν τῇ τοῦ σώματος αὔξῃ τε καὶ ἐπιδόσει, καὶ οὐκ
25ἀνάρμοστον κομιδῇ τῇ τῆς ἡλικίας ποσότητι. ρϟʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
Οὐκοῦν κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος καὶ σαρκός,190

191

ἵνα σαρκὶ τῇ ἰδίᾳ τῷ θανάτῳ προσβαλών, εἶτα καταργήσας αὐτὸν τοῖς θνητοῖς ἡμῶν σώμασι, κατορθώσῃ τὴν ἀφθαρσίαν, καὶ ἵνα τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον τῆς καθ’ ἡμῶν ἀποστήσῃ πλεονεξίας. Οὐ γὰρ ἦν ἑτέρως προσμῖξαι
5τῷ θανάτῳ τὴν ζωήν, εἰ μὴ θνητῷ σώματι προσεχρήσατο· καὶ οὐδ’ ἂν τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἡδονῶν ἠμβλύνθη τὸ κέντρον, εἰ μὴ γέγονεν ἴδιον σῶμα τοῦ Λόγου τὸ ἐξ ἡμετέρου ληφθὲν φυράματος. ρϟαʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου·
10Οὐκ ἄψυχον μέν, ὦ γενναῖε, φαμὲν εἶναι τὴν ἐκ σπέρματος τοῦ Δαυὶδ ἑνωθεῖσαν τῷ Θεῷ Λόγῳ σάρκα, ἀλλ’ οὐδ’ ἂν αὐτὸν τὸν Λόγον ὑποτοπήσειέ τις, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον, ἀντὶ νοῦ καὶ ψυχῆς γενέσθαι τῷ ἁγίῳ ναῷ, πλὴν οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς υἱὸν ὀνομάζειν εἰθίσμεθα τὸ ἐκ τοῦ σπέρ‐
15ματος τοῦ Δαυίδ. ρϟβʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τοῦ πρὸς τὰ Θεοδώρου δευτέρου λόγου, οὗ ἡ ἀρχ· Οἱ τὴν ἁγίαν καὶ θεόπνευστον γραφὴν καθαρῷ διανοίας περιαθρήσαντες ὀφθαλμ· Τοῖς μαθη‐
20ταῖς ἔλεγε· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητής, ὁ Χριστός. Οὐ γὰρ ὅτε τοῦτο τοῖς ἀποστόλοις παρήγγειλε, τοῦ φαινομένου σώματος τὴν οἰκείαν διώριζε θεότητα, οὐδὲ ὅτε Χριστὸν ἑαυτὸν διεμαρτύρατο εἶναι, ψυχῆς καὶ σαρκὸς διωρίζετο. Οὕτως ἄμφω τυγχάνων Θεός τε καὶ
25ἄνθρωπος, δοῦλος ὁρώμενος καὶ Κύριος γνωριζόμενος, τὸ μὲν ὑψηλὸν τῆς θεότητος τῷ ταπεινῷ τῆς ἐνανθρωπήσεως ὑποκρυπ‐ τόμενος φρονήματι, τὸ δέ γε ταπεινὸν τοῦ ὁρωμένου σώματος τῆς θεότητος ὑπεραίρων ἐνεργείᾳ. Ταύτην ἑαυτῷ ἤνεγκε Κύριλλος μαρτυρίαν πρὸς τὰ Θεοδώρῳ
30εἰρημένα, ἔστι δὲ Θεοφίλου τοῦ Ἀλεξανδρείας ἐπισκόπου.191

192

ρϟγʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐν τῷ αὐτῷ λόγῳ ἑτέρα μαρτυρία παρ’ αὐτοῦ ἐνεχθεῖσα πρὸς τὰ Θεοδώρῳ εἰρημένα. Κεῖται δὲ ἐν τῇ πρὸς Κληδόνιον γραφείσῃ ἐπιστολῇ πρώτῃ
5παρὰ τοῦ ἁγιωτάτου καὶ μακαρίου Γρηγο‐ ρίου ἐπισκόπου Ναζιανζο· Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι, μηδὲ ἀπατάσθωσαν, ἄνθρωπον ἄνουν δεχόμενοι τὸν κυριακόν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν κύριον ἡμῶν καὶ Θεόν· οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος,
10ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρω‐ πον, ἀλλὰ Θεὸν καὶ μόνον υἱὸν καὶ προαιώνιον, ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον προσ‐ ληφθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι, περίγραπτον σώματι, ἀπερίγραπτον θεότητι, τὸν αὐτὸν
15ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν’ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ ὁ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. Ἰδοὺ φανερῶς ὡμολόγησεν ὁ Κύριλλος τὸν προσληφθέντα τέλειον ἄνθρωπον.
20 ρϟδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἐπειδὴ γὰρ ἐσαρκώθη ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀνέθαλλεν εἰς ζωὴν ἡ ἀνθρώπου φύσις· γέγονε γὰρ πρωτεύων ἐν πᾶσιν αὐτός. Καὶ ταύτης ἕνεκα τῆς αἰτίας ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἰδίαν ἐποιήσατο σάρκα τὴν θανάτῳ
25κάτοχον, ἵνα κρείττονα καὶ θανάτου καὶ φθορᾶς αὐτὴν ἀποφή‐ νας, παραπέμψῃ καὶ εἰς ἡμᾶς τὴν χάριν. Ὥσπερ γὰρ κατε‐ βιβάσθημεν εἰς θάνατον ἐν Ἀδάμ, οὕτως ἐν Χριστῷ τὴν θανάτου
παρωσάμενοι τυραννίδα, πρὸς ἀφθαρσίαν ἀναμορφούμεθα.192

193

ρϟεʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τοῦ πρὸς τὰ Θεοδώρου ἐπισκόπου Μοψουεστίας τρίτου λόγου, οὗ ἡ ἀρχ· Φορτικοὶ μὲν γὰρ ἴσως οἱ πρὸς ἡμῶν εἰσι λόγοι· Ἄκουε τοίνυν καὶ πρὸς
5ἡμῶν σύνες, ἄνθρωπε, τοῦ μυστηρίου τὸ βάθος, εὐθὺ τοῦ σκοποῦ τῶν ἱερῶν ἴθι γραμμάτων. Ἕτερον μὲν γάρ τι καὶ ἕτερον θεότης τε καὶ σὰρξ ἤγουν ἀνθρωπότης, τό γε ἧκον εἰς τοὺς ἐνόντας τοῖς ἀμφοῖν ἰδιώμασι λόγους. Ἐπεὶ πῶς γέγονε καθ’ ἡμᾶς, καίτοι μεμενηκὼς ὅπερ ἦν, Θεὸς ὢν ὁ Λόγος; Πλὴν ἀπόδος
10αὐτῷ καθ’ ἕνωσιν ἀδιάσπαστον τὴν σάρκα αὐτοῦ, μὴ ἀπο‐ γυμνώσῃς αὐτὸν τοῦ καταπετάσματος· οὕτω γὰρ ἕνα προσ‐ κυνήσεις υἱόν, ὁμοούσιον μὲν τῷ Πατρὶ θεϊκῶς, ὁμοούσιον δὲ καὶ ἡμῖν τὸν αὐτὸν ἀνθρωπίνως. Τοῖς οὕτω φρονεῖν ᾑρημένοις ἀναστρέψει Χριστὸς τοῦ καθ’ ἑαυτὸν μυστηρίου τὴν γνῶσιν.
15 ρϟϛʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ἦν γὰρ ἡ ἀνθρώπου φύσις ἡ ἐν Χριστῷ τιμωμένη τε καὶ ἁγιαζομένη· ὅτι γὰρ τό γε ἧκον εἰς τὸ εἶναι, οὔτ’ ἂν ἐδεήθη βαπτίσματος, οὔτε μὴν τοῦ ἁγίου Πνεύματος μετασχεῖν, μάλιστα μὲν ἀρκέσει πρὸς πληροφορίαν τὸ αὐτὸν εἶναι τοῦ Πνεύματος
20χορηγόν. ρϟζʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς περὶ τῆς Τριάδος πραγματείας, ἣν πρὸς Νεμε‐ σῖνόν τινα ποιεῖται, καλεῖται δὲ Θησαυρὸς ἡ βίβλος· Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν
25ἰσότητι, καθὼς γέγραπται, ἐταπείνωσεν ἑαυτόν, μορφὴν δούλου
λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔσται τῆς ταπει‐193

194

νώσεως τὰ δουλοπρεπῆ ῥήματα, οὐκ ἀναβαίνοντα πρὸς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τῷ τῆς ἐνανθρωπήσεως προσώπῳ περικεί‐ μενα. Καὶ ὥσπερ ἐκ τοῦ τῆς θεότητος ὕψους τὴν ἐν ἀνθρωπότητι ταπείνωσιν ἐπιγινώσκομεν, οὕτως τὸ ἐναντίον ἐκ τῆς ταπει‐
5νώσεως τῆς ἐν ἀνθρωπότητι, τὸ ἐν θεότητι μέγα καὶ ὑψηλὸν τῆς οὐσίας τοῦ Υἱοῦ γνωρισθήσεται. ρϟηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς θεότητος τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες, ἣν ἔχει φυσικῶς πρὸς τὸν
10ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐκ τούτων ἡ ἀσώ‐ ματος οὐσία χαρακτηρίζεται, ἀλλ’ εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὅμοιος κατὰ πάντα τῷ Πατρί, τὴν
15ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ’ ὅτε λαλῇ διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν· λαλεῖ δὲ καὶ ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὤν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ’ εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην,
20εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ Λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν ἐπ’ ἐκεῖνον τὸν καιρὸν καθ’ ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, καὶ πάλιν·
25καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Εἰ δέ τις βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον αὐτὸν γενέσθαι. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ καθὸ ἄνθρωπος καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ. Καὶ πάλιν, εἴ τις ἐθελήσει τὰ τῆς ἀνθρωπότητος
30ῥήματά τε καὶ πράγματα γυμνῷ προσάπτειν τῷ Θεῷ Λόγῳ πρὸ
τῆς ἐνανθρωπήσεως, ἀσεβήσει μεγάλως. Τί γὰρ ποιήσει, λέγον‐194

195

τος τοῦ Χριστοῦ· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου; Λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ Θεοῦ φύσιν γενέσθαι, καὶ κρατεῖν θανάτου φόβον; Τί δὲ ὅταν σταυρούμενον ἴδῃ, καὶ τοῦτο πάσχειν τοῦ υἱοῦ τὴν
5θεότητα δώσει οὕτως ὡς ἄνθρωπον; Ἢ τὸ δύσφημον παραιτή‐ σεται; Οὐκοῦν ἑκατέρῳ καιρῷ καὶ πράγματι σῳζέσθω τὸ πρέπον, καὶ γυμναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται λαλῶν, ἀλλ’ ἐξ ὧν ἐστιν ἐκ Πατρός, ὡς υἱὸς καὶ Θεός. Συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκός,
10τὸ λέγειν αὐτὸν ἔσθ’ ὅτε καὶ ἃ μὴ πρέπει γυμνῇ καὶ καθ’ ἑαυτὴν οὔσῃ τῇ θεότητι. Ὅταν οὖν, ὡς ἄνθρωπος, λέγῃ μὴ εἶναι ἀγαθὸς οὕτως ὡς ὁ Πατήρ, φερέσθω μᾶλλον καὶ τοῦτο ἐπὶ τὴν οἰκονο‐ μίαν τὴν μετὰ σαρκὸς καὶ μὴ ἁπτέσθω τῆς οὐσίας τοῦ υἱοῦ καὶ Θεοῦ.
15 ρϟθʹ. τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Εἰ ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁμοουσία ἦν ἡμῶν ὅτι ἐξ ἡμῶν, ἔστι δὲ Θεοῦ μορφὴ ὁ Υἱός· ὁμοούσιος ἄρα ἐκείνῳ ἐστὶν οὗ καὶ ἔστι μορφή. σʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου·
20Ἐπὶ τῶν ἀσωμάτων τὸ μεῖζον καὶ τὸ ἔλαττον οὐ μεγέθει κρίνεται, σωμάτων γὰρ ἴδιον τοῦτο, ἀλλὰ μόναις ἐννοίαις δοκιμάζεται. Ἔστω δὲ ὑπόδειγμα τῶν λεγομένων τὸ παρὰ τῷ Παύλῳ κείμενον· ᾯ μὲν γάρ, φησί, δίδοται λόγος σοφίας διὰ τοῦ Πνεύματος, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων. Καὶ πολλὰ πρὸς τούτοις ἕτερα
25θείς, ἐπάγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα Εἶτα πάλιν φησὶν ὅτι· Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα. Ἆρ’ οὖν διαφέρειν ὡς πρὸς ἑαυτὸ τὸ Πνεῦμα ἐροῦσιν, ἢ οὐχ ὅμοιον
ἑαυτῷ κατὰ τὴν οὐσίαν εἶναι, ἐπειδὴ μικρὸν μὲν ἐν μικροῖς,195

196

μεῖζον δὲ ἐν μείζοσι φαίνεται, τὴν τῶν δεχομένων ἕξιν πληροῦν; Ἀλλ’ οἶμαι μὴ τοσοῦτον ἔξω φρενῶν γενέσθαι τινά, ὡς τολμῆσαι καὶ τοῦτο εἰπεῖν. Οὐκοῦν τῆς ἀσωμάτου φύσεως οὐ δεχομένης ἐφ’ ἑαυτῆς τὸ μεῖζον καὶ τὸ ἔλαττον, ὅταν λέγῃ Κύριος ἑαυτοῦ
5τὸν Πατέρα μείζονα, ἔσται πάλιν τῇ ἀνθρωπότητι πρέπων ὁ λόγος, οὐ τῆς θείας οὐσίας αὐτοῦ κατηγόρημα, ὡς ἐν ἐλάττοσι κειμένης, ἢ ἐν οἷς ἐστιν ὁ γεννήσας αὐτόν. σαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Μεγάλην τινὰ καὶ ὑπερφυῆ τῷ γένει τῶν ἀνθρώπων καταθέσθαι
10χάριν βουλόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἕλκει σύμπαντας ὡς πρὸς ἑνότητα τὴν πρὸς ἑαυτόν. Φορέσας μὲν γὰρ τὸ σῶμα τὸ ἡμέτερον, γέγονεν ἐν ἡμῖν. Ἔχει δὲ ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς ὢν Λόγος αὐτοῦ καὶ ἀπαύγασμα. Ὥσπερ οὖν, φησίν, ἐγώ εἰμι ἐν αὐτοῖς διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σὺ Πάτερ ἐν ἐμοί,
15διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας ἴδιον, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητα συναφθέντες ἀλλήλοις ἀνακραθῶσι, καὶ ὥσπερ ἓν σῶμα γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν, ὡς πάντας φοροῦντι διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ. σβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου·
20Ἐγὼ ἤμην, φησίν, ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ, καὶ πάλιν· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Οὕτως ὅτε διὰ πάντων ἡμῶν σωτηρίαν τὴν ἀνθρώπου μορφὴν ἐνεδύσατο, εἰκότως ὡς ἄνθρωπος λέγει· Κύριος ἔκτισέ με.
25σγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου·
Ἀπέθανε δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός. Ὥσπερ οὖν τεθνη‐196

197

κότος τοῦ Υἱοῦ, τοῦτο λέγεται παθεῖν, καίτοι τὴν φύσιν ἀθάνατος ὤν, οὕτω κτιζομένου τοῦ σώματος αὐτοῦ, αὐτὸς ἑαυτὸν κτίζεσθαι λέγει, καίτοι τὴν οὐσίαν ἄκτιστος ὤν. Αὐτοῦ γὰρ οὔσης καὶ οὐχ ἑτέρου τινὸς τῆς σαρκός, ἰδιοποιεῖται τὰ εἰς αὐτὴν συμβαί‐
5νοντα. σδʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Ἔργον Θεοῦ τῶν ἐπὶ τῆς γῆς τὸ κάλλιστον ἄνθρωπος, ὃς δὴ τέλειος γεγονώς, ἀτελὴς ηὑρέθη διὰ τὴν παράβασιν, πεσὼν μὲν ἐξ ἀθανασίας εἰς θάνατον, ἐξ ἀφθαρσίας δὲ εἰς φθοράν.
10Ἐπειδὴ τοίνυν ἓν τῶν ἀτοπωτάτων ἐφαίνετο, καὶ ἦν ὄντως αἰσ‐ χρὸν μέχρι παντὸς ἀτελὲς διαμεῖναι τὸ ἔργον τοῦ Θεοῦ, ἀναγ‐ καίως ὁ τοῦ Θεοῦ Λόγος τὸν ἀτελῆ περιεβάλετο ἄνθρωπον· καὶ διὰ τοῦτό φησιν εἰς τὰ ἔργα κτίζεσθαι, ἵνα τελειώσῃ αὐτά, τουτέστιν ἵνα πάλιν αὐτοῖς τὴν τελειότητα περιθῇ, τὸ λεῖπον
15τῷ ἀνθρώπῳ πληρώσας δι’ ἑαυτοῦ. Καὶ γοῦν ἐν τοῖς εὐαγγε‐ λίοις φησὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ ἔδωκάς μοι ἵνα ποιήσω, καὶ πάλιν· Αὐτὰ τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα μαρτύρει περὶ ἐμοῦ.
20 σεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Εἰ κτίσμα ἐστί, καθ’ ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος, ὦ πάσης ἀσεβείας εὑρεταί, πῶς Θεῷ κολλώμεθα καὶ θεοποιούμεθα συναφθέντες αὐτῷ; Πῶς δὲ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων ὁ Χριστός; Ἅπτεται μὲν γὰρ ἡμῶν, καθό ἐστιν ἄνθρωπος. Εἰ δὲ κτίσμα
25ἐστὶ καὶ οὐ Θεός, πῶς ἅψεται Θεοῦ; Ποῖος αὐτὸν ἐκείνῳ συνάψει τρόπος; Τὰ γὰρ ἀνόμοια κατὰ τὴν οὐσίαν οὐκ ἂν ἀλλήλοις
φυσικῶς συναφθείη ποτέ.197

198

σϛʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Εὔλογον οἶμαι καὶ ἀναγκαῖον ἐκ τῶν φαινομένων παραδειγμάτων τὰς ἀνοήτους τῶν αἱρετικῶν ἀνακόπτειν κακοδοξίας· τάχα κἂν οὕτω δυσωπηθέντες τὴν ἀλή‐
5θειαν, πρὸς τὰς δυσφημίας ἀποναρκήσουσι. Τὸ θεμελιούμενον τοίνυν, καὶ εἰς τοιαύτην τινὰ λαμβανόμενον χρείαν, οὐ παντῶς τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχον φαίνεται, ὅτε εἰς θεμέλιον πέμπε‐ ται. Φέρε γὰρ εἰπεῖν, ἔστω λίθος τὸ καταπεμπόμενον καὶ ἐν γῇ κρυπτόμενον· δεῖ πρῶτον αὐτὸν ἀπό τινος πέτρας ἢ ἐξ ὄρους
10ἀποτμηθέντα πρὸς τὴν τοιαύτην λαμβάνεσθαι χρείαν· καὶ πρότερόν γέ ἐστιν, εἶθ’ οὕτως θεμέλιος γίγνεται εἰς βάθος γῆς καταχωννύμενος. Ἀλλ’ εἴπερ τις τῷ καταβληθέντι λίθῳ δώῃ φωνήν, καὶ τὸν ἀνθρώπῳ πρέποντα χορηγήσειε νοῦν, εἴποι ἂν τὰ καθ’ ἑαυτὸν ἐξηγούμενος, ὅτι λίθος μὲν ἤμην εἰς πέτραν
15κείμενος ἢ ἐν ὄρει· νυνὶ δὲ γέγονα θεμέλιος, τὴν συνέχουσάν με γῆν περιβαλλόμενος. Οὕτω πως νοήσεις εὐσεβῶς καὶ ἐπὶ τῆς τοῦ Θεοῦ σοφίας, τουτέστι τοῦ Υἱοῦ· ἦν μὲν γὰρ ἐν ἀρχῇ πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, καθὼς γέγραπται. Ὅτε δὲ καθάπερ τις λίθος ἄνευ χειρῶν ἐξ ὄρους ἀποτμηθείς, τουτέστι
20ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθών, καθάπερ τινὰ γῆν τὴν ἡμετέραν σάρκα περιεβάλλετο, τότε καὶ τεθεμελιῶσθαί φησιν ἑαυτόν, μονονουχὶ λέγων· Λόγον μὲν ὄντα καὶ Υἱὸν ἀληθινὸν ὁ Πατὴρ γηΐνῳ περιβέβληκε σώματι, ἵνα θεμέλιος γένωμαι καὶ ἀρχὴ τῶν ἐποικοδομουμένων εἰς ἐμὲ διὰ πίστεως· καὶ σύσσωμον
25τούτοις ἀναδειχθείς, δέξωμαι συναρμολογουμένους φυσικῶς καὶ συνενδεσμουμένους πρὸς ἐμὲ διὰ τὴν κατὰ σύρκα συγγένειαν.
σζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου·198

199

Καὶ ποία γέγονε προσθήκη τιμῆς τῷ ἐν μορφῇ μὲν ὑπάρχοντι Θεοῦ, ἐνδυσαμένῳ δὲ τὴν τοῦ δούλου μορφήν; Πῶς δὲ μᾶλλον οὐκ εὐκόλως οὐκ ἠλαττῶσθαι δόξειεν ἄν, ὁ τὸ μεῖζον ἀφεὶς καὶ τὸ ἔλαττον ἀναλαβών;
5 σηʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Εἰ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν, ὕστερον δὲ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐταπεί‐ νωσεν ἑαυτόν, διά τε τοῦτο ὑψῶσθαι λέγεται, πῶς οὐκ ἔσται παντὶ τῷ σαφές, ὅτιπερ οὐ περὶ τὴν τοῦ Λόγου φύσιν τοῦτο
10γίνεσθαι συμβαίνει, ἀλλ’ εἰς τὸ τῆς ἀνθρωπήσεως μυστήριον; ᾯ γὰρ ἁρμόσει τὸ ταπεινόν, τούτῳ καὶ τὸ ὑψοῦσθαι πρέπει ἀκολουθεῖν. Ταπεινὸν δὲ χρῆμα ἡ ἀνθρωπότης, περὶ αὐτὴν ἄρα καὶ τὸ ὑψοῦσθαι νοηθήσεται. σθʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Εἰ τοίνυν περὶ
15τὴν πρόσληψιν τῆς σαρκὸς ἡ ταπείνωσις γεγενῆσθαι λέγεται, δι’ αὐτὴν ἔσται καὶ περὶ αὐτὴν ἡ ὕψωσις. σιʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Εἰ πάντα δι’ Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, χωρίς τε αὐτοῦ γέγονεν οὐδέν, ἀναγκαῖον εἰπεῖν, ὅτιπερ αὐτὸς ἦν ἑαυτῷ καὶ τὸ ὑψοῦσθαι διδούς,
20καὶ τὴν παρὰ Πατρὸς χάριν διακονούμενος. Ἐδέχετο μὲν γάρ, θεοποιουμένου τοῦ ἀναληφθέντος ναοῦ, καὶ ἦν φύσει Θεός, Λόγος
ὢν τοῦ Πατρός· ὑψοῦτο δὲ πάλιν καθὸ καὶ ἄνθρωπος.199

200

σιαʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Ἔσται τοίνυν περὶ τὴν ἀνθρωπότητα ἡ χάρις καὶ ἡ ὕψωσις, εἰς ἑαυτὸν οἰκειουμένου τοῦ Θεοῦ Λόγου τὰ περὶ τὸν οἰκεῖον αὐτοῦ ναὸν συμβαίνοντα. Οὐ γὰρ ἑτέρου τινός, ἀλλ’ αὐτοῦ τὸ
5σῶμα, διὸ καὶ ὡς αὐτὸς λελόγισται. Εἷς γὰρ ὁ Χριστὸς ἔκ τε ἀνθρωπότητος καὶ Θεοῦ Λόγου οἱονεὶ κεκερασμένος, οὐκ ἐκ τοῦ τετράφθαι πρὸς ὅπερ οὐκ ἦν, ἀλλ’ ἐκ τοῦ προσλαβεῖν τὸν ἐκ παρθένου ναόν. σιβʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου·
10Εἰ αὐτὸς ὢν τοῦ Πνεύματος χορηγός, κατὰ τὸ παρ’ αὐτοῦ λεγό‐ μενον· Λάβετε Πνεῦμα ἅγιον. Τὸ Πνεῦμα λαμβάνειν λέγεται περὶ τὴν ἀνθρωπότητα, καὶ ἡ δόσις καὶ τὸ λαμβάνειν ὁμοίως. σιγʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Φησί που Χριστὸς πρὸς τὸν Πατέρα διαλεγόμενος· Ὑπὲρ
15αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν. Ὁ δὲ ἑαυτὸν ἁγιάσαι δυνά‐ μενος, καὶ μὴ παρ’ ἑτέρου τοῦτο ζητῶν, κύριος τοῦ ἁγιάζειν ἐστίν. Εἰ τοίνυν ὁ Υἱὸς ἑαυτὸν ἁγιάζει, πῶς ἐν χρείᾳ τοῦ ἁγιάζοντός ἐστιν; Εἰ δὲ οὐκ ἔστιν ἐν χρείᾳ, περὶ τὸ χρῇζον ὁ ἁγιασμὸς ἀποτελεῖται. Ἁγιάζεται δὲ ἡ ἀνθρώπου φύσις· καὶ
20τοῦτο ἦν ἄρα δι’ ἡμᾶς πληρούμενον, ἵνα ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ. σιδʹ. Τοῦ αὐτοῦ Κυρίλλου ἐκ τῆς αὐτῆς
πραγματείας τῆς περὶ Τριάδος, τῆς καὶ200

201

Θησαυροῦ καλουμένης, βιβλίου δευτέρου· Ὅνπερ γὰρ τρόπον Ἀαρὼν οὐκ ἐγεννήθη μὲν ἀρχιερεύς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλλόμενος, καὶ τὴν ἐπωμίδα καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα,
5ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. Ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεύς, ὥσπερ γάρ τινα ποδήρη τὸν ἐκ Μαρίας ἄνθρωπον ἤτοι ναὸν ἀναλαβών. σιεʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου·
10Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Χρὴ πάλιν ἐνθάδε τὸ ἐποίησε μὴ εἰς τὴν οὐσίαν ἀναφέρειν τοῦ Λόγου, μηδὲ τῆς ὑπάρξεως τοῦ Υἱοῦ διὰ τὴν λέξιν καταθαρσύνεσθαι. Ἀλλὰ τὸ ἐποίησεν, εἰ μὲν φυσικῶς
15ἐθέλοις, ἐκλήψῃ καλῶς ἐπὶ τοῦ ἐκ Μαρίας ποιηθέντος ναοῦ· εἰ δὲ πραγματικῶς πάλιν, οὐδὲν πρὸς τὸν Λόγον, οἷον φέρε εἰπεῖν· πένης τις πάλαι τυγχάνων, χρημάτων γέγονε κύριος· ἢ προφήτης οὐκ ὢν ἐξ ἀρχῆς, εἰς προφήτην προεχειρίσθη διὰ Θεοῦ. Ἀλλ’ ἐν τοῖς τοιούτοις τὸ ἐγένετο οὐ τὴν ἀρχὴν τοῦ εἶναι
20σημαίνει, ἀλλ’ εἰς ποῖόν τι πρᾶγμα καὶ ἀπὸ τίνος ἑτέρου μετέστη τὸ σημαινόμενον. Πῶς οὖν Κύριον τὸν Ἰησοῦν ἐποίησεν ὁ Θεός, πῶς δέ γε Χριστόν, ἀναγκαῖον ζητεῖν εὐσεβῶς. Ἐπειδὴ γὰρ Θεὸς ὢν ὁ Λόγος καὶ πάντων ὑπάρχων δεσπότης, ἐνανθρω‐ πήσας γέγονε ἐν τῇ τοῦ δούλου μορφῇ, χρίεται μὲν ἢ
25κεχρῖσθαι λέγεται διὰ τὸ ἀνθρώπῳ πρέπον. Ἀναβαίνει δὲ
εἰς τὴν τῆς κυριότητος ἐξουσίαν πάλιν ὡς ἄνθρωπος, καίτοι201

202

κύριος ὢν ὡς Θεός. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα τὴν ἐλευθέραν τοῦ Θεοῦ φύσιν τῇ τοῦ δούλου καταχώσῃ μορφῇ, οὐδ’ ἵνα τὸ οἰκεῖον ἀφείς, τοῖς τῆς ἀνθρωπότητος ἰδιώ‐ μασι κρατηθῇ, ἀλλ’ ἵνα τὸν δοῦλον εἰς τὴν τῆς κυριότητος
5ἀναγάγῃ τιμήν, καὶ εἰς τὴν οἰκείαν εὐγένειαν μετασκευάσῃ τὸν ἠτιμωμένον. Ἐπεὶ πῶς ἀδελφοὶ καλούμεθα Χριστοῦ, πῶς δὲ υἱοὶ Θεοῦ χρηματίζομεν; σιϛʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Εἰ αὐτός ἐστι ποιητὴς αἰώνων καὶ χρόνων καὶ καιρῶν, ἔστι
10δὲ οὕτως, πῶς ὡς μίαν ἡμέραν καὶ ὥραν ἀγνοήσας παρ’ ὑμῖν κρίνεται; Πῶς δὲ ἅπερ αὐτὸς ἐποίησε, μὴ εἰδέναι δύναται; Ἔσται τοίνυν ἐξετάσαι τὰ εἰρημένα παρ’ αὐτοῦ πρὸς τοὺς μαθη‐ τάς, καὶ σαφῶς ἐντεῦθεν ἰδεῖν, ὅτιπερ οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν ὡς Θεός, κἂν ἀποδεικνύων ἐν ἑαυτῷ τὸ ἀνθρώπινον, μὴ
15εἰδέναι λέγῃ. Εἰ γὰρ τὰ ἐσόμενα πάντα πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης διηγεῖται σαφῶς, καί φησι· ἔσται μὲν τόδε, συμ‐ βήσεται δὲ ἐκεῖνο, εἶτα τὸ τέλος· δηλονότι ὁ τὰ πρὸ αὐτῆς εἰδώς, καὶ αὐτὴν ἐπίσταται. Μετὰ γὰρ τὰ εἰρημένα παρ’ αὐτοῦ, τίθησιν ὅτι τὸ τέλος ἐστί. Τέλος δὲ τί ἂν ἕτερον εἴη ἢ πάντως ἡ
20ἐσχάτη ἡμέρα, ἣν ἀγνοεῖν ἔφησεν οἰκονομικῶς, ἀποσῴζων πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; Ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα. σιζʹ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς βίβλου· Εἰ τὰ τῆς σαρκὸς ταπεινὰ ῥήματα τῇ θεότητι τοῦ Λόγου
25προσάπτειν ἐπιχειροῦσι τινές, ὅταν ἴδωσι θαυματουργοῦντα τὸν Χριστὸν διὰ τῆς σαρκός, τί ἐροῦσιν ἆρα; Πτύσας μὲν γὰρ καὶ
ποιήσας πηλόν, ἐθεράπευσε τὸν τυφλόν· ἐκτείνας δὲ τὴν χεῖρα202

203

καὶ ἁψάμενος τῆς σοροῦ, τὸν μονογενῆ τῆς χήρας ἀνέστησεν υἱόν· φωνὴν δὲ ἀφεὶς διὰ τοῦ στόματος, ἔξω τοῦ μνήματος ἐκάλει τὸν Λάζαρον. Ταῦτα μὲν ἐτελεῖτο διὰ τῆς σαρκός, ἀλλ’ οὐκ ἦν ἔργα σαρκός. Ὥσπερ οὖν εἰς τὴν φύσιν τοῦ
5πράγματος βλέποντες, τῇ δυνάμει τῆς θεότητος τὴν τῶν ἀπο‐ τελεσμάτων ἔκβασιν λογιζόμεθα, οὕτως ὅταν διὰ τὴν σάρκα λέγῃ τι καὶ ἀνθρώπινον, μὴ τῷ Θεῷ Λόγῳ τοῦτο προσάπτωμεν, ἀλλὰ τῆς θεότητος ἀλλότριον ὁρῶντες αὐτό, φέρωμεν ἐπὶ τὴν σάρκα. Οὕτω γὰρ ἕκαστον τῶν γινομένων ἤτοι λεγομένων παρ’
10αὐτοῦ, ὥσπερ ἐν τῷ ἰδίῳ τιθέντες τόπῳ, ἀπλανῆ τὴν περὶ τοῦ Σωτῆρος γνῶσιν ἔχοντες εὑρισκόμεθα. σιηʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Ἔστιν οὖν ἰδεῖν κατὰ ταὐτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωποπρεπῶς· ἤγειρε δὲ αὐτὸν ὡς Θεός.
15Καὶ τῇ μὲν μητρὶ λεγούσῃ· Οἶνον οὐκ ἔχουσιν, ἐπέπληττεν ὡς ἄνθρωπος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν ναῷ, καὶ σὰρξ ἀληθὴς ἐν Θεῷ. σιθʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω
20τοίνυν Θεῷ τὰ τῷ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς σκανδά‐ λου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων γενήσεται. σκʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Οὐκοῦν τὰ
θεοπρεπῶς εἰρημένα τε καὶ πεπραγμένα δεικνύει τὸν σωτῆρα Θεόν.203

204

Καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνύει κατὰ ἀλήθειαν ἄνθρωπον. Αὕτη γάρ ἐστιν ἡ τοῦ μυστηρίου δύναμις. σκαʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Οὐκοῦν ὀρθο‐
5δόξως ἐκληψόμεθα τὰ εἰρημένα, τῇ μὲν θεότητι νέμοντες τὰ θεοπρεπῆ, ἀνατιθέντες δὲ τῇ σαρκὶ τὰ δι’ αὐτὴν καὶ ὡς ἐξ αὐτῆς εἰρημένα διὰ τῶν ἐν ἡμῖν φυσικῶν κινημάτων. σκβʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Ὅταν οὖν φαίνηται τὸν θάνατον δειλιῶν καὶ λέγων· Εἰ δυνατόν, παρελθέτω
10ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου τοῦτο μηκέτι πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Οὐκ ἐφοβεῖτο μὲν γάρ, καθὸ Λόγος ἐστὶ καὶ Θεός, τὸν θάνατον αὐτός, ἀλλ’ εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν
15ἠπείγετο. Τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς. Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν, ὡς ἄνθρωπος λέγει· οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Διὰ τοῦτο γὰρ
20φαίνεται καὶ προσθείς· τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. σκγʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Τῷ οἰκείῳ θανάτῳ τὸν θάνατον κατήργησεν ὁ Σωτήρ. Ὥσπερ οὖν οὐκ ἂν ὁ θάνατος κατηργήθη μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ’ ἑκάστου
25τῶν τῆς σαρκὸς παθῶν. Εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐλευθέρα τοῦ δειλιᾶν ἡ φύσις ἐγένετο, εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπηλλάγη
τοῦ λυπεῖσθαι ποτέ, εἰ μὴ ἐταράχθη καὶ ἐπτοήθη, οὐκ ἂν ἔξω204

205

ποτὲ τούτων ἐγένετο. Καὶ γὰρ ἐφ’ ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον, εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ’ ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ
5σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως. σκδʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ’ ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ καὶ ὡς Θεός, ἔχων ἐν ἀμφοτέροις ἐξουσίαν. Ἀνθρωπίνως μὲν γὰρ
10ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, θεϊκῶς δὲ πάλιν· Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν λαβεῖν αὐτήν. Τὸ μὲν οὖν ταράττεσθαι, τῆς σαρκὸς ἴδιον πάθος· τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν ἀναλαβεῖν τὴν ψυχήν, τῆς τοῦ Θεοῦ Λόγου δυνάμεως ἔργον ἐστί.
15 σκεʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ’ ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπ‐ τεν, ἀλλ’ ἐν αὐτῇ τὸ ἀνθρώπινον. Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότε‐
20ρος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτο ἐστὶ τὸ προέκοπτεν ἐν σοφίᾳ. σκϛʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον κατὰ τόνδε τὸν τρόπον· ἡ τὴν ἀνθρώ‐
που φύσιν ἐνδυσαμένη σοφία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, κατὰ205

206

βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων θεοποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναόν, προκόπτειν αὐτὸν ἐποίει κατὰ τοῦτο. Οὕτως ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρω‐ πότης, θεοποιουμένη δι’ αὐτῆς.
5 σκζʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Καὶ αὐτὸς ὁμολογεῖς, ὦ χριστομάχε, τὸν τοῦ Θεοῦ Λόγον γεγενῆσθαι σάρ‐ κα, ὅπερ οὐδὲν ἕτερόν ἐστι λέγειν ἢ ὅτι σάρκα περιελάβετο. Ὥσπερ οὖν, ὅταν ἀκούσῃς μέγα τι περὶ τοῦ Λόγου, καὶ ὅπερ αὐτῷ πρέπει γυμνῷ καὶ οὔπω τὴν σάρκα περιβεβλημένῳ, ὡς
10ὅταν λέγηται φῶς καὶ ἀπαύγασμα ἡ σοφία τοῦ Πατρός, οὐ τὴν σάρκα νοεῖς, ἀλλὰ τὸν ἐν τῇ σαρκὶ κατοικήσαντα Λόγον, οὕτως ὅταν λέγηταί τι παρὰ ταῖς ἁγίαις γραφαῖς, ὃ μόνῃ πρέπει τῇ σαρκί, ἢ καὶ τῷ ἀνθρώπου σχήματι, μὴ ἐπὶ τὸν Λόγον ἀγάγῃς, ἀλλὰ δίδου τῇ φύσει τῆς σαρκὸς τὰ αὐτῇ χρεωστούμενα.
15Οὐκοῦν ὅταν προκόπτειν λέγηται, οὐχ ἡ σοφία καθ’ ἑαυτὴν προέκοπτεν, ἀλλ’ ἐν τῇ σοφίᾳ τὸ ἀνθρώπινον, κατὰ βραχὺ δια‐ λάμπον καὶ φαινόμενον δι’ αὐτῆς, ὅτιπερ καὶ ὄργανον εἴη τῆς ἐν αὐτῇ θεότητος, κατὰ βραχὺ πρὸς τὴν ἔκφασιν αὐτῆς διὰ τῶν ἔργων ὑπηρετοῦν. Ἐπιτήρει δὲ ὅτι οὐκ εἶπεν· ὁ Λόγος δὲ προέ‐
20κοπτεν, ἀλλ’ ὁ Ἰησοῦς. σκηʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Εἰ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς ὁ Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον
25ὑπὲρ πάντων, οὐ φύσει καὶ οὐσιωδῶς Θεῷ τε καὶ ἀνθρώποις
συναναστρεφόμενος, διαλλάττων δὲ μόνον καὶ εἰς φιλίαν206

207

συνάπτων τὰ τῆς πρὸς ἄλληλα κοινωνίας ἀποστήσαντα, του‐ τέστιν ἀνθρωπότητα καὶ θεότητα, πῶς ἕνα φησὶν ὁ Παῦλος αὐτόν; Ἐπεὶ καὶ ἕτεροι τῶν ἁγίων πολλοὶ τῆς τοιαύτης ἠξίωνται λειτουργίας, καὶ αὐτὸς δὲ πρῶτος, ἀναβοῶν· Δεόμεθα ὑπὲρ
5Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Γέγονε μεσίτης καὶ ὁ μακά‐ ριος Μωσῆς διακονήσας τοῖς υἱοῖς Ἰσραὴλ τὸν παρὰ Θεοῦ νόμον. Μεσίτης ὑπῆρχε καὶ ὁ πάνσοφος Ἰερεμίας λέγων πρὸς τὸν Θεὸν ὡς περὶ τῶν ἐκ γένους Ἰσραήλ· Μνήσθητι ἑστη‐ κότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά.
10Ἀλλὰ καὶ ἕκαστος τῶν ἁγίων προφητῶν πεποιηκὼς τοῦτο εὑρίσκεται. Πῶς ἦν μεσίτης εἷς ὁ Χριστός, εἰ μή τι ξένον τὸ ἐπ’ αὐτοῦ; Ἀλλ’ ἔστιν εἷς, ὡς ὁ Παῦλος ἀληθεύων φησί· ξένος ἄρα καὶ οὐχ ὅμοιος τοῖς ἄλλοις, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οὐκοῦν ἐπειδήπερ τὸ δύο τινῶν κατὰ μέσου κείμενον,
15ἀμφοτέρων δηλαδὴ τοῖς ἰδίοις ἄκροις ἐφάπτεται, συνέχον εἰς ἑνότητα τὰ διῃρημένα, μεσίτης δὲ Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Χριστός, πρόδηλον ὅτι Θεοῦ μὲν ὡς Θεός, ἀνθρώπων δὲ ὡς ἄνθρωπος ἅπτεται φυσικῶς. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως εἰς ἑνότητα καὶ κοινωνίαν
20τῆς θείας οὐσίας τὴν ἀνθρώπου φύσιν ἀναδεσμῶν. σκθʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Μόλις μὲν τὸν φόβον ἐξέπτυξαν, εἰσδέχονται δὲ αὐτὸν εἰς τὸ σκάφος, καὶ παραχρῆμα, φησίν, ἐκόπασεν ὁ ἄνεμος.
Οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς υἱὸς207

208

Θεοῦ εἶ. Τί οὖν πάλιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ μαχόμενοι καὶ μόνοις τοῖς ἰδίοις ἀκολουθοῦντες θελήμασιν, ὅταν ἴδωσιν ὅλον ὁμοῦ τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς Θεῷ προσκυ‐ νοῦντα τῷ υἱῷ, καὶ μεθ’ ὅρκου λέγοντα, ὅτιπερ ἀληθῶς υἱὸς εἴη
5Θεοῦ; Εἰ γὰρ ἓν τῶν κτισμάτων ἐστὶ κατὰ τὴν αὐτῶν ἀμαθίαν, πῶς ἀληθῶς υἱός ἐστι τοῦ Θεοῦ; Ἀμήχανον γὰρ τὸν μὴ ἔκ τινος κατὰ φύσιν προεληλυθότα καὶ τὸ ἴδιον τῆς τοῦ γεννήσαντος οὐσίας ἐπαγόμενον, ἀληθῶς εἶναι υἱόν. Πῶς δέ, εἴπερ ἐσφάλ‐ λοντο τοῦτο λέγοντες οἱ μαθηταί, σεσιώπηκεν ὁ Σωτήρ;
10 σλʹ. Καὶ μεθ’ ἕτερα πάλιν· Πῶς δὲ ὅλως ἡ τῆς θεότητος ἄρρητος φύσις ἔκφυλόν τι καὶ ἀλλογενὲς πρὸς ἑαυτὴν ἀποτέξεται, οὐδὲ τῆς γεννητῆς οὐσίας ἀνεχομένης τοῦτο παθεῖν; Ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου γεννᾶται καὶ βοῦς ἐκ βοὸς καὶ πρόβατον ἐκ προβάτου. Οὐκοῦν ἀνάγκη Θεὸν ἐκ Θεοῦ πεφη‐
15νέναι τὸν υἱὸν ὁμολογεῖν, ἵνα μὴ φαίνηται τῶν ἑαυτοῦ κτισμάτων ἐλάττων ὁ Πατήρ.
σλαʹ. Καὶ μεθ’ ἕτερα πάλιν περὶ208